1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

61

ζητουμένων ὁρμώμενος πρῶτον ὀφείλει θεῖναι τὰ ὁμολογούμενα, εἶθ' οὕτως ἐξ αὐτῶν ποιήσασθαι τῶν ὁμολογουμένων τὴν λύσιν. ἔστι δὲ τῶν ὁμολο γουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γρα φαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις. ἐκβάλ λουσι δὲ αἱ γραφαὶ αἱ τοῦτον καταγγέλλουσαι τοὺς τῶν Ἑλλήνων θεοὺς τοῦ εἶναι θεούς. "εἰ ἀλλάξουσι" φασί "τὰ ἔθνη τοὺς θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί"· ὧν δὲ οὐκ εἰσὶν οἱ θεοὶ θεοί, τούτων οὐδὲ οἱ μάντεις εἰσὶν ἀληθείας προφῆται, οὐδὲ ἡ δι' αὐτῶν πρόρρησις ἀναπόδραστόν τε καὶ ἀψευδῆ ἔχει τὴν ἔκβασιν· εἰσὶ γὰρ ὥσπερ μακρὰν τῆς ἀληθινῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως· ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ ∆αρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας. μαρτυρεῖ δὲ καὶ τοῦ Ἀσσυρίου ἡ μάχη, ἣν ἔσχε πρὸς τὰ ἄλλα πολλὰ ἑλληνικὰ ἔθνη· ὃν ὁ θεὸς 148 ῥάβδον τῆς ὀργῆς καὶ πρίονα ὠνόμασε, ποτὲ μὲν λέγων "ἰδοὺ ὁ Ἀσ σύριος ῥάβδος ἐστὶ τῆς ὀργῆς μου· ἐπὶ ἔθνος ἁμαρτωλὸν ἀποστελῶ αὐτόν"· ποτὲ δὲ λέγων περὶ αὐτοῦ· "μὴ ὑψοῦται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν"; καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλε μον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀπο τυχεῖν δὲ τὰ ἔθνη· περὶ ὧν ὁ μὲν θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου φησίν "ἀνῆκα τὴν χεῖρά μου καὶ ἐξηράνθησαν", ὁ δὲ Ἀσσύριος φησίν "μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τὴν γῆν αὐτῶν ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται κύριος τὴν Ἱερουσαλὴμ ἐκ τῆς χειρός μου"; κατὰ δὲ τοὺς χρησμούς, οὓς ἐδέξατο ὁ Ἀσσύριος παρὰ τῶν μάντεων, τοιαύτας ἐφθέγξατο φωνὰς καὶ κατὰ τῶν ἐθνῶν καὶ κατὰ τῆς Ἱερουσαλήμ, καὶ τοῦ θεοῦ συγχωρήσαντος ἐπέ τυχεν ὁ Ἀσσύριος τῶν χρησμῶν κατὰ τῶν ἐθνῶν· κατὰ δὲ τῆς Ἱερουσαλὴμ ἀπέτυχε τῶν χρησμῶν, τοῦ θεοῦ μὴ συγχω ρήσαντος. πῶς οὖν ἀπέτυχον τῆς μαντείας οἱ ἑπτὰ ἐπὶ Θή βας τοῦ ἄρδην ἀπολέσαι τὴν πόλιν; ἡ γὰρ ἀποτυχία τῆς μαν τείας ἔλεγχος γίνεται τῆς ἀσθενείας τοῦ θεοῦ, τοῦ διὰ τῆς μαν τείας προμηνύσαντος τὰ ἀνέκβατα. καὶ εἰ κατὰ τὴν ἀψευδῆ τοῦ σω τῆρος φωνὴν χωρὶς θεοῦ στρουθίον "οὐ πεσεῖται ἐπὶ τῆς γῆς", πολλῷ μᾶλλον ἔθνος ὅλον, πόλις ὅλη, οὐκ ἂν ἀπόλλυτο, μὴ τοῦ θεοῦ συγχωρήσαντος. ὅτι δὲ πᾶν ἔθνος ἑλληνικὸν ὑπὸ ἔθνους ἑλληνικοῦ ἀπολλύμενον ὑπὸ τῆς ῥάβδου καὶ πρίονος, τῆς ὀργῆς 149 τοῦ θεοῦ, ἀπόλλυται, φανερὸν καθέστηκεν ἐκ τῶν περὶ Ἀσσυρίων εἰρημένων. ἔτι δέ, εἰ τὰ παρὰ τῶν Ἑλλήνων παρὰ τοῦ μάντεως Τειρεσίου εἰρημένα παντάπασίν ἐστι καταγέλαστα, πῶς ἐνδέ χεται τὰ δι' αὐτοῦ λεχθέντα εἶναι ἀληθῆ; φασὶ γὰρ περὶ αὐτοῦ ἄνδρα καὶ γυναῖκα αὐτὸν γεγονέναι καὶ ἀμφοτέρων ἔχειν τὰς πλά σεις, καὶ πολλὰς μάχας τῶν ἐθνῶν διαλύσαντα*. καὶ διὰ ταύτην τὴν αἰτίαν ἡ μὲν Ἥρα χολωθεῖσα αὐτῷ ἐπήρωσεν αὐτόν, ὁ δὲ Ζεὺς εἰς παραμυθίαν τῆς πηρώσεως αὐτοῦ ἐχαρίσατο αὐτῷ τὴν μαντικήν. ἀλλ' εἰ ἀλλότρια πίστεως ὑπάρχει τὰ περὶ αὐτοῦ μυ θευόμενα, πῶς ἐνδέχεται ἀληθῆ εἶναι τὰ ὑπ' αὐτοῦ μαντευό μενα; ἔτι δὲ εἰ, καθώς φασιν Ἕλληνες, τὰ ὑπὸ τῶν Μοιρῶν ἐπικλωθόμενα ἀδύνατόν ἐστιν ἀνακλωθῆναι, πῶς οὐκ εἰσὶν ἀνω φελεῖς αἱ μαντεῖαι τοῖς χρωμένοις αὐταῖς, τῶν Μοιρῶν ἐπὶ τὸ ἀναπόδραστον τέλος ἀναγκαίως ἀγουσῶν τὰ ὑπ' αὐτῶν ἐπικλωθό μενα; ἀλλ' ἐπεὶ ταῦτα οὕτως ἔχει, πῶς οὐκ εἰσὶ ψευδεῖς αἵ τε Μοῖραι καὶ αἱ μαντεῖαι ὑπ' ἀλλήλων ἀναιρούμεναι; πῶς δὲ οὐκ ἔστιν ὁ Μενοικεὺς μάτην κατασφάξας ἑαυτὸν κατὰ τὸ δοκοῦν τῇ μαντείᾳ, τῆς αἰτίας τοῦ ἀναιρεῖσθαι μὲν τοὺς πολεμίους, σῴζεσθαι δὲ τὴν