1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

3

ὑπομείνῃ καὶ ποιὰ μή, ἀδοξί αν οὐχ ὑπομένει. οὐ σ̣εμνύνεται δ̣ὲ ἐπὶ τῷ πάνυ ἀκολασταίνειν ἢ καταπονεῖν τοὺς ἀσθενεστέρους· ἐπιτα´̣σεως δέ ἐστιν τοῦτο. ὑπερβολὴ τῆς ἀνδρείας πολλάκις ἐλέχθη εἶναι ἡ θρασύτης. ἔστιν τις οὖν ἀνδρεία "τινός" ἀνδρεία, ο̣υ᾿̣κ ἀπολελυμ̣ε´̣νως ἀνδρεία. ὧδε οὖν οὐ περὶ τῆς κυρίως ἀνδρείας λέγει, ἀλλὰ ἧς ἐ´̣χ̣εταί τις, ὅτε νομίζει ἔχειν ἀνδρείαν. μᾶλλον θρασύς ἐστιν οὗτος. λαμβάνομεν δὲ πολλάκις καὶ τὴν ἀνδρείαν με τά τινος προ̣σ̣θήκης, ἀνδρεῖος περὶ τὰ ἀγωνίσματα, περὶ τοὺς πολέμους, ἀνδρεῖος περὶ τ̣ὸ ναυτιλλεύεσθαι· καὶ οὐκ ἔχε̣ι ἔπαινον̣ αὕτη ἡ ἀνδρεία. ἀσθένεια ἔστιν· κἂν ἀσθενής τις γένηται τῷ σώματι, τ̣λη̣τικῶς δὲ καὶ μακροθ̣ύμως φέρῃ τὰ ἐπίπονα-ὑπογραμμο`̣ς γέγονεν τούτου ······· ὁ ᾿Ι̣ω´̣β, ὃς α᾿̣σθενῶν καὶ λελωβημένος ὅλον τ̣ο`̣ σῶμα καὶ σχέδον ἐν θανατῷ γενόμενος̣ ···αν τὴν αὐτὴν τῆς ψυχῆς ἀνδ̣ρείαν εἶχ̣εν.

152 "ἀρχὴ ζωῆς ἄρτος καὶ ὕδωρ καὶ ἱμάτιον καὶ οἶ̣κος περιβάλλων ἀσχημοσύνην". τὰ αἴτια τοῦ ζῆν ταῦτά ἐστιν. καὶ οὕτω ἀρχὴ ζωῆς̣ εἴρηται τὰ τοιαῦτα τὰ φυ λακτικά. και`̣ ἐνταῦθα τὴν αἰτίαν σημαίνει τὸ τῆς ἀρχῆς ὄνομα. τὸ αἴτιον οὖν τοῦ ὁρᾶν ἡ ὄψις ἐστίν, οἱ ὀφθαλμοί. τοῦτο οὖν λέγει ὅτι- ἵνα καὶ συνημμένως αὐτὸ νοήσω-τοῦτο λέγει ὅτι· φέρε εἰπεῖν, ἀνδρίζεταί τις χρώμενος ταῖς συνφύτοις αἰσθήσεσιν· τὴν ἀρχὴν τοῦ αἰσθάνεσθαι ἀπὸ τῶν αἰςθήσεων ἔχει· οὐκ ἐξ ἰδίας δὲ ἀνδρείας ἔχει ταύτας φυλαττομένας. πολλοὶ γὰρ κ̣αὶ ἀνδρεῖοι καὶ ἰσχυροὶ ἀπέβαλον τὰς ὄψεις, ἐστερήθησαν ἀκο ῆς, τῶν ἄλλων αἰσθήσεων. ἐπερ· τὴν ἀναγωγήν· "καὶ τί ἀνδρεία". οὐ λέγω πάλιν τὴν ἀνδρείαν τὴν ἀρετήν "τινος" εἶναι-εἰ δὲ καὶ λέ γεταί ποτέ "τινος" σωφροσύνη ὡς̣ τοῦ Ἰωσήφ-ἀλλὰ τὴν περὶ τὰ μάταια ἀνδρείαν "τινος" λέγω "ἀνδρείαν", οὐκ ἀπολελυμένως. πρὸς ἀναγωγὴν τὸ "ἀρχὴν τοῦ ὁρᾶν ὀφθαλμοί". λέγω ὅτι εἰσὶν πε φωτισμένοι τῆς ψυχῆς ὀφθαλμοί, περὶ ὧν γράφει ὁ ἀπόστολος "πεφωτισ μένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν". περὶ τούτων λέγεται· "πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ". τούτων τῶν ὀφθαλμῶν ἡ ἀρχὴ τοῦ ὁρᾶν ἐστιν. εἴ τις οὐκ ἔχει "νοῦν Χριστοῦ", οὐδὲ ὀρθῶς ὁρᾶν δύναται, εἴ τις οὐ πεφώτισται ὑπὸ τοῦ ἀληθινο̣ῦ φω̣τ̣ός ·· ····α̣ ····· ····ε̣······π̣···· αὐτοῦ ····ε̣····· ····· ··· ······ ····· 153ν γλυκὺς ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγε ται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφί ων αὐτὸν τοῦ ὑπνῶσαι. -- τὸ μὲν ὑπνῶσαι ἐξ ἑαυτοῦ λαμβάνει, τὸ δὲ φαγεῖν καὶ π̣ι̣εῖν παρ' ἄλλου λαμ βάνει. κἂν ο᾿̣λίγον οὖν φάγῃ, κἂν πολύ, παρ' αἰτίαν τοῦ δεσπότου τοῦτο γίνεται. τὸ μέντοι ὑπνῶσαι ἐξ ἑαυτοῦ ἔχει, ἐκ τῆς φύσεως. καὶ ἐπεὶ σὺν ἀμεριμνίᾳ κοιμᾶται οὐκ ἔχων φροντίδα περὶ κτῆσιν καὶ φυλακὴν πλούτου, γλυκὺν ἔχει τὸν ὕπνον. ἀλλὰ ὁ χρήματα πολλὰ ἔχων οὐδὲ τούτου ἀπολαύει. ἐπερ· τὴν ἀναγωγήν· "γλυκὺς ὁ ὕπνος τοῦ δούλου". ἐλέγομεν τοῦτο, ὅτι δοῦλόν ἐστιν τὸ σῶμα τῆς ψυχῆς. τὸ σῶμα αὐτὸ καθ' ἑαυτὸ ᾗ σῶμα οὐκ ἔχει φροντίδα, ἢ σὺν ἀναπαύσει ἔχει τὴν κοίμησιν τὴν κατάλληλον. ἡ δὲ ψυχὴ ὅταν περὶ κτῆσιν ἔχῃ, πολλὴν "ψευδώνυμον γνῶσιν" συνάγῃ, τὰ ἀργύρια ἐκεῖνα τὰ "ἀποδεδοκιμασμένα", ἀπόλλυσιν καὶ τὸν πλοῦτον καὶ τὸν ὕπνον, τὴν φυσικὴν ἀνάπαυσιν. ἑκάστου γὰρ ἡ κατὰ φύσιν ἀνάπαυσις "ὕπνος" αὐτοῦ λέγεται καὶ κοίμησις. ἰδοὺ λέγει γοῦν ὅτι· "ἰδοὺ ὁ μισθός", φησίν, ὁ ἀγνω̣μονηθεὶς "ἐργάτου", ἐὰν κοιμηθῇ ἐν τῇ οἰκίᾳ τοῦ κτήτορος, κατηγορεῖ αὐτοῦ. μὴ τὸ ἀργύριον καθεύδει· τὸ μεῖναι ἐν τῇ οἰκίᾳ οἴκοι "ὕπνον" αὐτοῦ εἴρηκεν. τὸ σῶμα οὖν ἔχει τὴν κατὰ φύσιν διανάπαυσιν, οὐ τὴν ἀκόλαστον λέγω, οὐ τὴν ἄπληστον ἐπιθυμίαν περὶ τροφάς, ἀλλὰ τὴν κατάλληλον ····· ·· ··· τοῦτο δὲ ἰστέον· τὰ ἠθικῶς λεγόμενα ἀγαθά ···· 154 ἐπεὶ πάλιν οὐδὲ φρονου῀̣σιν περὶ τῆς ψυχῆς ω῾̣ς ὑφεστηκυίας. τινὲς δὲ τὰς ἀλληγορίας, ὧν ἐστιν καὶ ὁ Ἀπολινάριος, ἀναζωγραφήσεις αὐτὰς νομίζουσιν εἶναι ε᾿̣π̣ι̣πολλὺ ἐκ τῶν αἰσθητῶς γινομένων. ἐὰν ἀκούσῃ, ὅτι "ἠγέρθη νε κρός", αὐτὸ τοῦτο τὴν ψυχὴν ἀποβαλών, ἡ ἀσεβοῦσα εἰς ἔσχατον θάνατον καταβέβηκεν. ὁ σωτὴρ οὖν ἐάν τινα τῆς ἁμαρτίας καὶ τῆς ἀσεβείας ἀποστή