1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

4

καὶ ἡ τοῦ ἀνθρώπου ἡλικία ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει κτλ. ˉπˉβˉʹ. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγό ρευται ὡς ὑπερηφανίας ποιητικόν, πῶς οὐκ ἀνωφελῆ τὰ χαρίσματα; ˉπˉγˉʹ. Ἐπειδὴ τὴν τοῦ κόσμου σύστασιν #22 ϛ ἔτη πολλοὶ λέγου σιν, εἰ ἀληθές ἐστι δίδαξον. ˉπˉδˉʹ. Εἰ τότε ἄφθονος ἕκαστος δείκνυται, ὅτε τοῖς πλησίον εὖ ποιεῖ, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας; ˉπˉεˉʹ. Εἰ τὸ καλὸν ὅτε συγκρίνεται τῷ κακῷ, φαίνεται καλόν, καλὸν δὲ ὁ κόσμος, κακὸν δῆλον ὅτι ὁ μὴ κόσμος. ˉπˉ ϛˉʹ. Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστια νισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ κτλ; ˉπˉζˉʹ. Εἰ ἕως τῆς τῶν σωμάτων ἀναστάσεως ἡ ψυχὴ τῶν πρακτέων τὰς ἀμοιβὰς οὐ κομίζεται, ἐν ποίᾳ ἆρα ταύτης ἐξετά ζεται καταστάσει μέχρι τῆς ἀναστάσεως; ˉπˉηˉʹ. Καὶ εἰ οὐκ ἔστι πρὸ τῆς ἀναστάσεως τῶν ἔργων ἀντί δοσις, ποῖον τῷ λῃστῇ προσγέγονεν ὄφελος εἰς τὸν παράδεισον, αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης; ˉπˉθˉʹ. Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθη τῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τὴν αἴσθησιν; 9 ˉ ϟˉʹ. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν ὁ θεὸς τὸν ∆αυὶδ εἶναι ἀπε φήνατο, πῶς μοιχείαν καὶ φόνον εἰργάσατο; ˉ ϟˉαˉʹ. Εἰ πάντων βασιλέων Ἰούδα θερμότερον ζῆλον ὁ Ἰω- σίας ἐπεδείξατο, τὰς στήλας συντρίψας καὶ τοὺς ναοὺς καὶ βωμοὺς καταστρέψας, ξίφει ἐτελεύτα καὶ υἱοὶ αὐτοῦ ᾐχμαλωτεύθησαν. ˉ ϟˉβˉʹ. Πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος δι' ἀρᾶς θανατώσας τοὺς παῖδας; ˉ ϟˉγˉʹ. Εἰ πᾶσα ἀπελήλαται πλάνη διὰ τῆς Χριστοῦ παρουσίας, πῶς διὰ τῶν ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; ˉ ϟˉδˉʹ. Εἰ οὐδαμοῦ ὀνόματα τῶν δαιμόνων ἡ γραφὴ λέγει, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὄνομα ὠνόμαζον; ˉ ϟˉεˉʹ. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδω λικαὶ μηδέπω οὖσαι θυσίαι; ˉ ϟˉ ϛˉʹ. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ τὰ ἔργα ἐποίησεν; ˉ ϟˉζˉʹ. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς μετὰ τὸ δεσποτικὸν πάθος πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη; ˉ ϟˉηˉʹ. Τί ἑρμηνεύεται τὸ ὑφὶ τὸ γόμορ τὸ νέβελ ὁ στατὴρ ἡ δραχμὴ καὶ τὰ λοιπά; ˉ ϟˉθˉʹ. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ σφαγῆς ὁ Χριστὸς ἐθαυμα τούργει, πῶς μετὰ τοῦτο ἔλεγεν ὁ Ἡρώδης, ὅτι "ὃν ἐγὼ ἀπε κεφάλισα Ἰωάννην, οὗτος ἀνέστη καὶ θαυματουργεῖ"; ˉρˉʹ. Εἰ ὁ Χριστὸς γεννηθεὶς κατὰ σάρκα ἁμαρτίαν οὐκ ἐποί ησε, πῶς λέγει ἡ γραφή, ὅτι "οὐδείς ἐστι τῶν γεννηθέντων, ὃς οὐχ ἥμαρτε"; ˉρˉαˉʹ. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι ἑαυτοῖς καὶ τοῖς παισὶν ἐκ τῆς ἰδίας συγγενείας γαμετὰς εἰλήφασι, πῶς Ἰωσὴφ καὶ Μωυσῆς ἀλλοφύλους ἠγάγοντο; 10 ˉρˉβˉʹ. Εἰ πρὸ τῆς παραβάσεως Ἀδὰμ οὐδενὸς ἐθεάσατο θά νατον, πῶς ὃν οὐκ εἶδεν ἀπειληθέντα ἐδειλίασε; ˉρˉγˉʹ. Τί διαφέρουσι πρὸς ἄλληλα τὰ παρὰ τῆς γραφῆς λεγό μενα κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμος καὶ ἐντο λαὶ δίδαξον. ˉρˉδˉʹ. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, πῶς ἀληθεύουσιν οἱ τοῦτο λέγον τες, τῶν φωστήρων οὐκ ἐν οὐρανῷ κτλ; ˉρˉεˉʹ. Εἰ ὡς βιβλίον ὁ οὐρανὸς εἱλίσσεται καὶ τὰ ἄστρα ὡς φύλλα ἐν τῇ βʹ παρουσίᾳ πίπτουσι, πῶς οὐ παντελὴς ἀπώλεια τοῦ στερεώματος δείκνυται; ˉρˉ ϛˉʹ Εἰ διὰ τὴν ἡμετέραν χρείαν ἡ κτίσις γέγονεν, ἡμεῖς δὲ ἄφθαρτοι ἀνιστάμεθα καὶ ἀνενδεεῖς, πῶς οὐκ ἄχρηστος ἡ τῆς κτίσεως ἀφθαρσία; ˉρˉζˉʹ. Εἰ τοῖς ἐν γνώσει καλῶς πραττομένοις ἀμοιβαὶ ἀποδί δονται, πῶς τὰ ἐπὶ Ἡρώδου ἀναιρεθέντα νήπια ἀμοιβῶν ἀπο λαύσουσι; ˉρˉηˉʹ. Εἰ ἡ χάρις διὰ τὸ τὰ πταίσματα συγχωρεῖν λέγεται χάρις, πῶς μᾶλλον ἐν τῷ νόμῳ τοῦτο εὑρίσκεται, διὰ τῶν περιρ ραντηρίων τὰ πταίσματα καθαιρόμενοι; ˉρˉθˉʹ. Εἰ τὸν φοβούμενον ὁ κύριος ἀτελῆ ἐν τῇ ἀγάπῃ φησίν, πῶς πάλιν ὁ αὐτὸς λέγει "φοβήθητε δὲ μᾶλλον τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; ˉρˉιˉʹ. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς προσέταξε γίνεσθαι, ὥστε τὴν περὶ αὐτῶν τιμὴν δείκνυσθαι, πῶς οὐχ