1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

5

Ἕλληνες τι μιώτεροι ἀνθρώπους θύοντες; ˉρˉιˉαˉʹ. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν τῶν ὀρθοδόξων λατρείαν τὴν τῶν θαυμάτων χάριν δεδώρηται ὁ Χριστός, διατί αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες, ἡνίκα κτλ; ˉρˉιˉβˉʹ. Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώ σεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα, πῶς ἡμεῖς ἀνακολούθως πρὸ τῶν ἡσσόνων κτλ; 11 ˉρˉιˉγˉʹ. Εἰ περιττὸν καὶ λεῖπον ἐν τῷ σώματι ἡμῶν ὁ δημι ουργὸς οὐ πεποίηκε, διατί ὡς περιττὸν τὸ τῆς ἀκροβυστίας μέ ρος τῶν Ἰουδαίων περιετέμνετο; ˉρˉιˉδˉʹ. Εἰ ὁ τὰ κατὰ δύναμιν προσταχθεὶς ποιῆσαι, ἔπαινον ποιήσας κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ἀνεύθυνός ἐστιν. ˉρˉιˉεˉʹ. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος οὐ δίδωσιν, ἀλλ' ἐπάγει κίνδυνον ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ ∆αυὶδ ἐργασάμενος συγγνώμης ἠξίωται; ˉρˉιˉʹ. Εἰ πᾶσι τοῖς ἀνθρώποις ἀναγκαία ἡ τῆς εὐχῆς βοή θεια, ταύτης δὲ οὐκ ἐδεῖτο ὁ δεσπότης Χριστός, πῶς συχνότερον ταύτῃ ὁ κύριος ἐκέχρητο; ˉρˉιˉζˉʹ. Εἰ πάντων ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ μίαν ἡ ψυχὴ οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ ὀξὺς κάθηται; ˉρˉιˉηˉʹ. Εἰ ὑπὸ τῶν ἀπίστων πρὸς ἀπάτην εὑρέθη τὰ ᾄσματα, τοῖς δὲ ἐν νόμῳ διὰ τὴν νηπιότητα, διατί οἱ ἐν τῇ χάριτι τούτοις κέχρηνται; ˉρˉιˉθˉʹ. Εἰ συγγνώμην ἡ ἀκούσιος ἔχει ἄγνοια, πῶς οἱ ἐξ ἀγνοίας τὸν Χριστὸν σταυρώσαντες Ἰουδαῖοι ἀνυποίστων δεινῶν ἐπειράθησαν; ˉρˉκˉʹ. Εἰ πάντες μέλλουσιν οἱ ἀποθανόντες ἀναστήσεσθαι, πῶς πληρωθήσεται τὸ κρίνειν ζῶντας καὶ νεκροὺς τὸν κύριον; ˉρˉκˉαˉʹ. Εἰ οἱ καταλιμπάνοντες πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ ἀδελφοὺς καὶ τὰ λοιπά, ἑκατονταπλασίονα λήψονται, ἆρα καὶ γυ ναῖκας ρʹ ἀπολήψονται; ˉρˉκˉβˉʹ. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστάσεως ὁ ἀπόστολος τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ἐχρήσατο, πῶς οἱ καιόμενοι καὶ τεμνόμενοι ἀναστήσονται; ˉρˉκˉγˉʹ. Εἰ τὴν βασιλείαν τοῦ Ἰσραὴλ δόξαν καὶ τρυφὴν καὶ ἄνεσιν ἐπίγειον οἱ ἀπόστολοι ὑπέλαβον, διατί ὁ κύριος αὐτοὺς οὐ διωρθώσατο, ἀλλ' εἴρηκεν "οὐχ ὑμῶν ἐστι γνῶναι"; 12 ˉρˉκˉδˉʹ. Εἰ τὸ τέλειον τότε νοοῦμεν, ὅτε πάντα κέκτηται τέλεια, πῶς ὁ θεὸς προϋπάρχων τῆς κτίσεως μετ' αὐτὴν τὸ δημιουργὸς προσέλαβεν ὄνομα; ˉρˉκˉεˉʹ. Εἰ τὸ δυνάμει τι εἶναι ἔλαττόν ἐστι τῇ ἐνεργείᾳ, πῶς ὁ τῆς τοῦ κόσμου ποιήσεως, ποιητὴς ὢν δυνάμει οὐκ ἐνεργείᾳ, ἐλαττώσει οὐχ ὑποπίπτει; ˉρˉκˉ ϛˉʹ. Εἰ τὸ κλίνειν γόνυ ἐν ταῖς εὐχαῖς τῶν ἑστώτων μᾶλλον θεῷ οἰκειοῖ, διατί ἐν ταῖς κυριακαῖς καὶ τὸ πάσχα ὅλον μέχρι τῆς νʹ γόνυ οὐ κλίνουσιν οἱ εὐχόμενοι; ˉρˉκˉζˉʹ. Εἰ ἐκ τοῦ τάφου Χριστὸς ἀναστὰς τὰ ἐντάφια κατέ λιπε, πῶς μετὰ τὴν ἀνάστασιν οὔτε γυμνὸν οὔτε ἄλλοθεν αὐτὸν ἀμφιασθέντα ἡ γραφὴ ἱστορεῖ; ˉρˉκˉηˉʹ. Εἰ σῶμα παχυμερὲς θυρῶν κεκλεισμένων ἀδύνατον εἰσελθεῖν, πῶς εἰσῆλθεν ὁ κύριος; καὶ εἰ τοῦτο ἐγένετο, πῶς τὸν λίθον ὁ ἄγγελος κυλίσας ἀνέστη ὁ κύριος; ˉρˉκˉθˉʹ. Εἰ πάσης τῆς κτίσεως δεσπότης ὁ θεὸς ὑπάρχει, διατί πρὸς μόνον τὸ ἀνατολικὸν κλῖμα τὰς προσευχὰς ποιοῦμεν καὶ οὐκ ἐν παντὶ τόπῳ, κατὰ τὸν ἀπόστολον; ˉρˉλˉʹ. Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον; ˉρˉλˉαˉʹ. Εἰ βασιλεία θεοῦ ἐστιν ἡ ἀνάστασις, δίκαιοι δὲ καὶ ἁμαρτωλοὶ ταύτης ἀξιοῦνται, πῶς ὁ ἀπόστολος πόρνους καὶ μοι χοὺς ταύτης ἀποτυχεῖν ἔφησε; ˉρˉλˉβˉʹ. Τίς ἡ διαφορὰ ἀναθέματος καὶ καταθεματισμοῦ δίδαξον. ˉρˉλˉγˉʹ. Εἰ τῶν ἀγαθῶν ἁπάντων τὸ καλλιστόν ἐστιν ὁ θεός, τὸ δὲ κακυνόμενον τὸ πάντων ἐστὶ χείριστον, πῶς οὐ πάσης τῆς κτίσεως ὁ ἄνθρωπος χείριστον, μόνος κακούμενος; ˉρˉλˉδˉʹ. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ἐστὶν ὁ θεός, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν εὐσθενέσιν εἰσῴκισε σώμασιν; ˉρˉλˉεˉʹ. Εἰ κακὸν ἀντὶ κακοῦ καὶ λοιδορίαν ἀντὶ λοιδορίας 13 ἀντιδιδόναι ὁ ἀπόστολος ἀπηγόρευσε, πῶς αὐτὸς ἐναντία ἐποίησε τὸν ἀρχιερέα ὑβρίσας καὶ τὸν Ἀλέξανδρον; ˉρˉλˉ ϛˉʹ. Εἰ καὶ κατὰ τόνδε τὸν βίον ἐν εὐπραγίαις, ὡς τοὺς κατὰ τὸν Ἀβραάμ, ὁ θεὸς ἀμείβεται, πῶς καὶ τοὺς εἰδωλολάτρας εὐπραγοῦντας