1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

6

μέχρι τῆς αὑτοῦ παρουσίας εἴασε; ˉρˉλˉζˉʹ. Εἰ ὁ τὸ ψεῦδος λαλῶν ἐκ τοῦ πονηροῦ ἐστι, πῶς ἔξω μέμψεως ὁ Ἰακὼβ νομισθήσεται τῷ πατρὶ ψευσάμενος καὶ τὴν τοῦ ἀδελφοῦ εὐλογίαν κλέψας; ˉρˉλˉηˉʹ. Εἰ τὸ μὴ πληροῦν τὸν νόμον καὶ ἔξω τῆς Ἱερουσα λὴμ ποιεῖν τι παρανομία νενόμισται, πῶς οἱ ἐν Βαβυλῶνι οὐ παρηνόμουν προσευχόμενοι; ˉρˉλˉθˉʹ. Εἰ ἐξ ἀρχῆς πόλεμοι καὶ ἀκοαὶ πολέμων ἀεὶ γίνονται, πῶς ὁ κύριος ὡς ξένα τινὰ ταῦτα πρὸ τῆς συντελείας εἴρηκε γίνεσθαι; ˉρˉμˉʹ. Εἰ τὰ καθόλου στοιχεῖα τῆς κτίσεως ἐθεοποίησαν ἄν θρωποι, ὁ δὲ θεὸς κατ' αὐτῶν ἀπεφήνατο λέγων "θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν", ἆρα καὶ τὰ στοιχεῖα ἀπο λοῦνται; ˉρˉμˉαˉʹ. Εἰ ὁ ἀποστέλλων ἔνθα οὐκ ἔστιν ἀποστέλλει, ὁ θεὸς ἀπερίγραπτον ἔχων φύσιν καὶ πανταχοῦ παρών, πῶς ἀποστέλλεται; ˉρˉμˉβˉʹ. Εἰ τὰ Σεραφὶμ ἀτενίσαι εἰς τὴν τοῦ θεοῦ μὴ δυνά μενα δόξαν καλύπτει τὰ πρόσωπα, πῶς τὰ πολυόμματα ἀτενίσαι οὐκ ἠδύνατο; ˉρˉμˉγˉʹ. Εἰ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν ὑποχείριοι Ἰουδαῖοι χριστιανοῖς ἐγένοντο, πῶς οἱ αἱρετικοὶ καὶ αὐτοὺς τοὺς χριστια νοὺς ὑποχειρίους λαβόντες κολάσει ὑπέβαλον; ˉρˉμˉδˉʹ. Εἰ ὅριον τῇ ψάμμῳ ὁ κύριος τῇ θαλάττῃ ἐποίησε, πῶς ἐν διαφόροις ὑπερβαίνει τόποις; ˉρˉμˉεˉʹ. Εἰ τὸ γινόμενον θέλημα τὴν δύναμιν τοῦ θέλοντος δείκνυσι, πῶς ὁ παντοδύναμος θεὸς πάντας θέλων σωθῆναι οὐ σῴζονται κτλ; 14 ˉρˉμˉ ϛˉʹ. Εἰ προοίμιον καὶ μεσότης καὶ πέρας ἡ φθορὰ τῶν σωμάτων ἐν τῇ γαμικῇ ὁμιλίᾳ καθέστηκε, πῶς ὁ θεὸς ἄφθαρτος ὢν γαμικῶς συνάπτεσθαι τοῖς πιστοῖς ἐπηγγείλατο; ˉρˉμˉζˉʹ. Εἰ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ περὶ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, πῶς οὐ μάτην ἐν καιρῷ ἀνομβρίας εὐχόμεθα, τοῦ θείου ὅρου ἅπαντα περιέχοντος; ˉρˉμˉηˉʹ. Εἰ ἡ τοῦ σαββάτου ἀργία τῆς τοῦ θεοῦ καταπαύσεως πα ραδέδοται, πῶς οὐ χρονικὴν τὴν τοῦ ἐργάζεσθαι ἐνέργειαν δείκνυσι; ˉρˉμˉθˉʹ. Εἰ τὸ ἀναιρούμενον ὑπὸ τοῦ ἀναιροῦντος ἀπόλλυται καὶ πολλὰ τὰ ἐν τῇ κτίσει οὐ μόνον πρὸς ἄλληλα ἀπόλλυσιν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἀνθρώπους, πῶς πάντα καλά εἰσιν; ˉρˉνˉʹ. Εἰ τὴν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτη ρίας ὁ ἐχθρὸς κατεργάζεται μηχανώμενος, ταῖς μελλούσαις ὑπο βάλλειν κολάσεσι βουλόμενος, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ ἄλογα ἀεὶ τὰ φαῦλα μετέρχονται; ˉρˉνˉαˉʹ. Εἰ τὸν νόμον τοῖς Ἰσραηλίταις ὁ θεὸς διὰ Μωσέως ἔπεμψε, πῶς ἐν τῇ θείᾳ γραφῇ νόμος καὶ νομοθέτης ὁ Μωσῆς ὀνομάζεται; ˉρˉνˉβˉʹ. Εἰ ἀληθινός ἐστιν ὁ Χριστὸς ὁ τὴν πρᾶξιν καὶ κλῆ σιν ἐπιδεικνύμενος, Ἐμμανουὴλ δὲ αὐτὸν ἡ γραφὴ προσηγόρευσε, πῶς οὐδαμοῦ Ἐμμανουὴλ ἐκλήθη; ˉρˉνˉγˉʹ. Εἰ τὸ τοὺς γονέας ἀθετεῖν ἀπηγόρευται, πῶς ὁ Χρι στὸς τοὺς ἑαυτοῦ γονέας ἀθετήσας ἀναμάρτητος δείκνυται; ˉρˉνˉδˉʹ. Εἰ πρὸ τοῦ τάφου ἡ Μαρία τὸν κύριον τῷ μύρῳ ἤλειψεν, πῶς ἡμεῖς πρὸ τοῦ βαπτίσματος ἐλαίῳ χριόμεθα, ὕστερον δὲ τῷ μύρῳ σφραγιζόμεθα; ˉρˉνˉεˉʹ. Εἰ δίκαιος ὁ τὸν ἡμαρτηκότα τιμωρούμενος, πῶς δί καιος ὁ θεὸς ὁ διὰ τὸν Ἰωνάθαν καὶ τὸν ∆αυὶδ τοιοῦτον λαὸν θανατώσας; ˉρˉνˉ ϛˉʹ. Εἰ κληρονόμον ἑαυτὸν ὁ Χριστὸς διὰ παραβολῆς ὀνο μάζει, τοῦτον δὲ Ἰουδαῖοι ἐπιγνόντες ἐσταύρωσαν, πῶς ὁ Χρι στὸς καὶ ὁ ἀπόστολος ἄγνοιαν αὐτοῖς τοῦ τολμήματος ἐμαρτύρησεν; 15 ˉρˉνˉζˉʹ. Εἰ μόνος ὁ Χριστὸς τὸν νόμον ἐξεπλήρωσε, πῶς ἐπο ρεύοντο ἐν τῷ νόμῳ ἄμεμπτοι ὅ τε Ζαχαρίας καὶ ἡ Ἐλισάβετ; ˉρˉνˉηˉʹ. Εἰ ἄγγελος τοῦ οὐρανοῦ ἀνώτερος καὶ θεοὺς ἡ γραφὴ τοὺς ἀνθρώπους ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγγέλους θεοὺς ὀνομάζεσθαι; ˉρˉνˉθˉʹ. Εἰ ὑπεραναβέβηκε μὲν τὸ θεός, ὑποβέβηκε δὲ τὸ ἄνθρωπος, πῶς οὐκ ἀτάκτως ὁ ἄνθρωπος θεὸς προσηγόρευται; ˉρˉξˉʹ. Εἰ δι' ὧν ἡ σάρξ, διὰ τούτων καὶ τὸ αἷμα συνίσταται, διατί τὴν μὲν τῆς σαρκὸς βρῶσιν ὁ θεὸς ἐπιτρέπει, τὴν δὲ τοῦ αἵματος κωλύει;

17 ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΚΥΡΟΥ, ἑνὸς τῶν ἐν Χαλκηδόνι χλʹ

ἁγίων πατέρων, πρὸς τὰς ἐπενεχθείσας αὐτῷ ἐπερωτήσεις παρά τινος τῶν ἐξ Αἰγύπτου ἐπισκόπων.