7
"ἐν πλούτῳ π̣οι̣ο̣υ῀̣σιν ἔτη πολλά", τῶν 163 δὲ ἀσεβῶν τὰ "ἔτη", κἂν πολυχρόνιον ζωὴν ἐ´̣χωσιν ἐνταῦθα, "ὀλιγοῦται". λέγω· ἔχει τις πλοῦτον ἐν ψε̣υδέσιν νοήμασιν· οὐ παραμενεῖ αὐτῷ φωτί ζο̣ν̣τα̣ μετὰ ταῦτα· ὠλιγώθη ἄρα τὰ ἔτη τοῦ οὕτω φωτιζομένου· μέχρι γὰρ τῆς παρούσης ζωῆς ἀπολαύει τοῦ δοκοῦντος φωτισμοῦ· οἱ δὲ "δίκαιοι" καὶ μετὰ τ̣αῦτα ἔχουσιν τὸν φωτισμόν.
"ἐκλάμψουσιν" γὰρ "οἱ δίκαιοι ὡς ὁ ἥλιος". "ἥλιον" τὸν "τῆς δικαιοσύνης" λέγει. καί γε πᾶς ἄνθρωπο̣ς̣, ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦ τον καὶ ὑπάρχοντα καὶ ἐξουσίαν ἐν αὐτῷ τοῦ φα γεῖν ἀπ' αὐτοῦ καὶ λαβεῖν το`̣ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθ̣ῳ αὐτοῦ-τοῦτο δόμα θεου῀̣ ἐστιν. ἀνθρώπῳ ἐδόθη πλοῦτος, ἵνα φάγ̣ῃ καὶ εὐφρανθῇ ἐξ αὐτοῦ, καὶ του῀̣το τὸ δό μα ἐκ̣ θ̣εοῦ ἔσχεν. καὶ πολλάκις χρᾶται τῷ δ̣ο´̣ματι καὶ ἀπολαύει τῶν ἐνόν των, ἐνίοτε δὲ ἀποτυγχάν̣ε̣ι̣ τ̣ούτων, πῇ μὲν αὐτὸς διὰ πολ̣λὴν φειδωλίαν μηδὲν πρὸς τὸ ευ᾿̣φραν̣θ̣ῆν̣α̣ι̣ ἀναλίσκων, πῇ δὲ υ῾̣πὸ ν̣όσου κωλυόμενος ἢ ὑπὸ ἄλ̣λη̣ς τινὸς περιστάσεως. τὸ ῥητὸν του῀̣τό ἐστιν· εἰ ἐ´̣λαβέν τις χρήματα, ἵνα ω᾿̣φελῇ, καὶ τοῦτο ἔδο ξεν εἶναι δόμα θεοῦ. δίδωσιν δὲ ··πρὸς τὰς π̣··αι····ς̣ τῶν αἰτουμένων. ἐπερ· τί ἐστ̣ι̣ν τὸ "ἐν μόχθῳ"; -ἐ´̣καμε̣ν ἐκ̣ μόχθο̣υ. ἐπερ· εἰ δόμα θεοῦ ἠ῀̣ν; ἔλεγον ὃ κ̣αὶ ὁ ἀπόσ̣τολος λέγει· "ὅτι πρ̣ο̣ε̣θέμην πολλάκις ἐλθεῖν πρὸς̣ ὑμᾶς". δ̣ιὰ τί οὖν; "ἵνα̣ τι μεταδῶ ὑμῖν̣ χάρισμα πνευματικόν". καὶ ἔλεγον ὅτι οὐ πάντ̣α τ̣α`̣ δ̣ιδόμενα πνευματικὰ ὑπὸ θεοῦ χαρίσματά εἰσιν. ὅτ̣α̣ν̣ τις λαμβάνῃ "λόγον σοφίας", "λόγον γ̣νώσεως" καὶ ἄλλην τινὰ ἀρετήν, πνευματικὴν χάριν ἔλαβεν· οὐ μέντοι, ἐὰν πλοῦτόν τις ἢ ὑγίειαν ἤ τι τῶν τοιούτων λ̣άβῃ· δο´̣μα μὲν θεοῦ καὶ χ̣άρισμα ἔλαβεν, οὐ πνευματι κὸν δέ. κύριος "θανατοῖ καὶ ζῳοποιεῖ". ἐὰν "ζῳοποιῇ", σῖτον, οἶνον, τοῦτο τὸ ζ̣ῇν παρέσχηκεν, οὐ δόμα τι πνευματ̣ικ̣ὸν δέ. κύριος "καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ". αἱ ἀρχαὶ αἱ διδόμεναι τοῖς ἡγεμονεύουσιν, οὐ μὴν "χαρίς ματα πνευματικά" εἰσιν̣. καὶ τὸ ὧδε ὂν χάρισμα, η τὸ δόμα, οὐκ ἔστιν 164 πνευματικόν, τὸν αἰσθητὸν καὶ ἀνθ̣ρώπινον. ἐπερ· ἡ ἀναγωγή· "καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν ὁ θεός". ἔτι τέως τοῦ ῥητοῦ ἔχομαι. ἐὰν ἔχῃ χρήματα πολλά, ἐὰν ἔχῃ μυριάδας σίτου καὶ οἴνους π̣ολλούς, οὐχ ὅλα δύναται φαγεῖν ἢ πιεῖν, ἀλλ' ἔχει τι δόμα· ὃ δύναται δέξασθαι, τὴν αὐτάρκη τροφήν, τὴν μέχρι τοῦ κορέσαι, καὶ τὸ πο τὸν ὡσαύτως, "τοῦτο" μὲν "δόμα θεοῦ ἐστιν". ἐάν τις οὖν πέρα τοῦ δέοντος ἐσθίῃ ἢ πίνῃ, οὐχ ὡς δόμα θεοῦ αὐτὰ ἔχει, ἀλλ' ὡς δόματα ἡδονῆς. πρὸς δὲ τὴν ἀναγωγὴν οὕτως· δίδωσιν ὁ θεὸς σοφίαν καὶ τὸν ἐν σοφίᾳ "πλοῦ τον̣". κ̣α̣ι`̣ τὰ "ὑπάρχοντα", τὰ θεωρήματα τῆς σοφίας, ἵνα φάγῃ καὶ πίῃ ὁ ἄνθρω πος ἀφ' ὧν ἔλαβεν, τὸν ἄρτον τῆς σοφίας, ἵν' ᾖ τὸ "ὕδωρ" αὐτῆς, "ὃν ἐκέρασεν" εἰς κρατῆρα "οἶνον". καὶ "τοῦτό" γε "δόμα θεοῦ ἐστιν". ἐὰν ὡς δεῖ λάβῃ τὸ πνευματικόν, ἔστιν λοιπὸν τὸ χάρισμα τοῦτο "μερὶς αὐτοῦ". οἰ῀̣δας, ὅτι τὰ μέρη κυρίως κατὰ ἀναλογίαν δίδονται. οὐ πᾶς ὁ ἔχων ταύτην, ἣν εἶπον, κτῆσιν καὶ τὰ "ὑπάρχοντα" τὰ ἀλληγορούμενα καὶ τὸν "πλοῦτον", οὕτως ἔχει ὡς ἄλλος, ἀλλ' ἑκάστῳ κατὰ τὴν δύνα μιν ἐπιμερ̣ι´̣ζ̣ε̣ται. ἐὰν οὖν ἀθλοθέτης παρέχῃ τρο̣φὰς ἀθληταῖς καὶ τοῖς περὶ ἀ῀̣θλ̣ον- ἔχ̣ει γὰρ καὶ ἄλλους ὡσανεὶ δορυφόρους-ἑκάστῳ κατὰ ἀναλογίαν δίδωσι̣ν, ἀ´̣λ̣λ̣ῳ μὲν ἀθλητῇ λι κρέως λίτρας ἑπτά-καὶ τοῦτό ἐστιν τὸ δόμ̣α αὐτοῦ-ἄλλῳ τέτταρα· καὶ τῷ μὴ ἀθλοῦντ̣ι̣ δ̣ι´̣δωσιν δύο. δ̣ο´̣μ̣α οὖν̣ ἑκάστῳ δίδοται πρ̣ο`̣ς τὴν δύναμιν καὶ τὴν ἕξιν α̣ὐ τοῦ. οὕτω καὶ ἡ παραβολὴ τῶν ταλάντων ἐν τῷ εὐαγγελίῳ γέγονεν. δέδω κεν ἑκάστῳ τῶν δούλων αὐτοῦ τὰ θητ̣ικὰ αὐτοῦ ἀργύρια, "ἑκάστῳ κα τὰ τη`̣ν ἰδίαν δύναμιν, τῷ μὲν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν". ἐπειδὴ δὲ πώς ποτε χρᾶται λε´̣ξει ἀνθρωπικωτέρᾳ, οἶδας ὅτι εἰσὶν εἰς ε̣υ᾿̣ωχίας αἰσθητὰς καλούμενοι οὐκ ἐπὶ τῷ μόνον φαγεῖν, ἀλλὰ καὶ τῷ λύπας ἆραι· καὶ ταῦτα οὖν τὰ πνευματικὰ τροφεῖα. καὶ λαμβάνει τις ε̣ὐφρανθῆναι καὶ "μέρος" λαμβάνει, ἵν̣α παραμένῃ αὐ τῷ. οὐ μόνον ἐκ τῆς ε᾿̣π' ὀλίγον προ̣σβολῆς μόνης εὐφραίνεται καὶ τρέφεται καὶ πίνει, ἀλλὰ καὶ παραμονίμως. διατελεῖ γοῦν