1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

7

Αʹ. Ἐρώτησις. Εἰ εἷς ἐστι θεὸς ὁ θεός, δῆλον ὅτι κατὰ πάντα κέκτηται τὸ ἕν,

τὸ ἁπλοῦν ἢ τὸ σύνθετον, τὸ θνητὸν ἢ τὸ ἀθάνατον, τὸ γεννητὸν ἢ τὸ ἀγέννητον, τὸ γεννᾶν ἢ μὴ γεννᾶν· πῶς οὖν, τοῦ μὲν πατρὸς γεννήσαντος καὶ τοῦ υἱοῦ μὴ γεννηθέντος, καὶ τοῦ υἱοῦ μὲν γεννηθέντος, τοῦ δὲ πατρὸς μὴ γεννηθέντος, καὶ τοῦ πνεύματος μὴ γεννήσαντος μηδὲ γεννηθέντος, δύναται εἷς θεὸς καλεῖσθαι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοσαύτην τοῦ γεννᾶσθαι ἢ τοῦ μὴ γεννᾶσθαι καὶ τοῦ γεννᾶν ἣ μὴ γεννᾶν τὴν ἐναντίωσιν κεκτημένου; Ἀπόκρισις. Εἷς ἐστιν ὁ θεὸς τῇ συνυπάρξει τῶν θείων τριῶν ὑποστάσεων, τῶν διαφερουσῶν ἀλλήλων οὐ τῇ οὐσία, ἀλλὰ τοῖς τῆς ὑπάρξεως τρόποις· ἡ διαφορὰ δὲ τῶν τῆς ὑπάρξεως τρό πων οὐ διαιρεῖ τὸ ἓν τῆς οὐσίας. καὶ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ τοῦ Σὴθ εἷς ἐστι μὲν ὁ τῆς οὐσίας λόγος (ψυχὴ 18 γὰρ λογικὴ καὶ σῶμα θνητόν), τρόποι δὲ τῆς ὑπάρξεως διάφοροι (ὁ μὲν γὰρ Ἀδὰμ γέγονεν ἀπὸ τῆς γῆς, ἡ δὲ Εὔα ἐκ τῆς πλευ ρᾶς, ὁ δὲ Σὴθ ἐκ τοῦ σπέρματος) καὶ ἐν τοῖς διαφόροις τῆς ὑπάρ ξεως τρόποις μένει ὁ τῆς οὐσίας λόγος εἷς, ἀδιαίρετός τε καὶ ἀπαράλλακτος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῇ ταὐτότητι τῆς τῶν προσώπων οὐσίας εἶς θεὸς πεπίστευται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· οὐδὲν γὰρ συντελεῖ πρὸς τὸν τῆς οὐσίας λόγον ὁ τρόπος τῆς ὑπάρξεως. τὰ μὲν οὖν ἐπὶ τῶν τριῶν θείων ὑπο στάσεων ὡσαύτως ἀπαραλλάκτως λεγόμενα, ἐν τούτοις νόει τὸ ἓν τῆς οὐσίας· τὰ δὲ μὴ ὡσαύτως, ταῦτα νόει τῷ τρόπῳ τῆς τῶν προσώπων ὑπάρξεως.

Βʹ. Ἐρώτησις. Εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν ἢ καὶ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ἐνυπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται; Ἀπόκρισις. Ὁ θεὸς ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ἐφ' ἑαυτοῦ, καὶ τούτου πίστιν μὲν ἔχομεν, ζήτησιν δὲ οὐκ ἔχομεν, οὕτως καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον υἱός ἐστι καὶ ὅλον υἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν· οὐ γὰρ ἔστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἵνα νοηθῇ ἐν συνθέσει, ὥσπερ ἡ φύσις. ἀλλ' ὡς ὑπὲρ τὴν φύσιν ὤν, οὕτως καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν.

Γʹ. Ἐρώτησις. Εἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ γράμματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τῶν τριῶν ἰῶτα συγκείμενον πῖ, οὐκ ἀφαιρεῖται τοῦ ἐξ 19 ἀμφοτέρων συγκειμένου τὸ σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέ γεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων (πατρὸς λέγω καὶ υἱοῦ) καὶ ἑνὸς προσώπου, ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος (τοῦ πνεύματος φημὶ τοῦ ἁγίου), <τὴν> σύνθε σιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραφος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσώπων, δια κρίσεώς τε καὶ διαιρέσεως; Ἀπόκρισις. Τὸ ἰῶτα καὶ τὸ πῖ κατ' οὐσίαν ἀλλήλων οὐδὲν διαφέρουσι· γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον, γραμμὴ δὲ γραμμῆς οὐδὲν διαφέρει· διαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει. καθ' ἣν ἐκεῖνο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. καὶ τὸ μὲν πῖ. εἰ γραμμή ἐστιν, ἕν ἐστιν· εἰ δὲ πῖ ἐστι, τριάς ἐστι καὶ σύνθετον καὶ γενητόν· κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συντεθεικότος αὐτὸ καὶ πεποιηκότος. χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλογίαν θεωρεῖν βουλόμενον τὸν ὑπὲρ τὴν φύσιν ὄντα, ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας, τὰ ἁρμόττοντα τῷ διὰ τῆς ἀναλογίας θεωρουμένῳ. οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ γενητῶς τε καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγενήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα. οὔτε γενητός ἐστιν οὔτε σύνθετος· διὸ ἐπὶ μὲν θεοῦ τὴν ἀίδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύνθεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. εἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐσίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε