1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

8

πίνων ἐκ τῆς πηγῆς καὶ τοῦ ὕδατος, οὗ Ἰησοῦς δίδωσιν, καὶ μένει αὐτῷ. ἔχε̣ι γ̣α`̣ρ ἐν ἑαυτῷ γενομένην εἰς ζωὴν αἰώνιον πηγήν.

165 καὶ πάλιν· "διάνοιξον το̣ὺς ὀφθαλμούς σου καὶ ἐνπλήσθητι ἄρτων". ὁ διοίγων τοὺς ὀφθαλμοὺς τοῦ "ἔσω ἀνθρώπου" "πλησ̣θήσεται ἄρτων". καὶ οἱ ἄρτοι οὖν οὕτω μένουσιν ὡς "ἡ πηγὴ ἡ ἀλλομένη εἰς ζωη`̣ν α̣ι᾿̣ώνιον". γέγονεν δὲ και`̣ ἐφ̣' ἱστορίᾳ χρησίμως τοῦτο, ὅτε ὀλίγην δραχμὴν ἔχου σα ἀλεύρου ἡ χήρα ἡ ἐν Σάραπτε τῆς Σιδωνίας θρέψασα καὶ τὸν Ἠλίουν ἐ´̣σ̣χ̣εν ἐκείνην ἀνέκλειπτον, ἕως οὗ εὐθηνία ἐξ ὑετοῦ γεγένηται. ὅτι οὐ πολλα`̣ μ̣νησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ. ἔδ̣ει ἐν τῇ ἡμε´̣ρᾳ τῆς ζωῆς πολλὰ μνημονεύειν τὰ μετὰ τα̣ῦτα, τὰ διαδε̣cο´̣ μ̣ε̣ν̣α̣, ὅτι τοῖς ἐνταῦθα σπουδαζομένοις ἐπιγίνεταί τ̣ινα μείζονα. οὐ πολ λὰ οὖν μνημονεύει, ἀλλὰ μέχρι τοῦ π̣άροντος ἔχει τὴν ἐλπίδα λέγων· "φάγωμεν καὶ πίωμ̣ε̣ν, αὔριον γὰρ ἀποθνῄσκομεν". ἐπερ· τοῦτο οὖν "ὅτι ὁ θεὸς περισπᾷ αὐτόν"; περισπᾷ ἐν τούτοις, ἐπεὶ τὰ προηγούμενα οὐ θέλει κτήσασθαι, οὐδὲ πονεῖ περὶ ἀναλήμψεως αὐτῶν. ὅπως μὴ ἀκίνητος ἡ ψυχὴ γένηται, δίδοται αὐτῇ ἄλλα. εἶπον δὲ τ̣οῦτ̣ο̣ ἐν ἀρχῇ τοῦ βιβλίου, ὅτε εἰχόμη̣ν̣· "περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεός". ε᾿̣π̣ε̣ρ̣· τὴν ἀναγωγήν· "ὅτι οὐ πολλὰ μνημονεύει τ̣ὰς̣ ἡμέρας̣ τ̣ῆς ζωῆς αὐτοῦ, ὅτι ὁ θεὸς περ̣ισπ̣ᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρ̣δι´̣ας α̣υ᾿̣του῀"̣. ἡ κυρ̣ίως καὶ ἀληθῶς ζωη`̣ τ̣ο̣υ῀̣τ̣ο̣ τ̣ὸ κ̣ατ̣α`̣ φιλοσοφίαν καὶ ἀρετήν ε᾿̣σ̣τ̣ιν ζῆν. οὐ πολλὰ δὲ μνημο̣ν̣ε̣υ´̣ο̣υσιν ο̣ἱ ἄνθρωποι, οὐ περὶ πολλοῦ του῀̣το ποιοῦσιν· τοῖς περισπ̣ῶσιν καὶ τὰ ἥδ̣ε̣α̣ φέρουσιν ἐπιστάνουσιν μόνοις κα̣ὶ ἃ συνάγουσιν, μόνα περὶ ταῦτα σπ̣ουδ̣άζουσιν. ἔδει δὲ πολλὰ μνηςθῆ ναι π···· τῶν ἐνόντων τὰ ἐσόμενα τῇ ζωῇ ἑαυτοῦ τῇ ἀληθῶς. καὶ ὧδε οὖν κοι̣νή ἐστιν ἡ ζωὴ ἡ καθ' ἣν αἰσθανόμεθα, καθ' ἣν συνε ζευγμένην ἔχομεν τὴν ψυχ̣ὴν τῷ σώματι καὶ καθ' ἣν κινεῖται καὶ αἰσθ̣ητι κῶς τὰ ἄλογα ζῷα. ἰδία δε`̣ το̣υ῀̣ ἀνθρώπου ἐστὶν ἡ κατὰ λόγον καὶ θεωρίαν θεϊκήν. ἐπερ· ταύτης οὐ μέμ̣νηται; οὐ μέμνηται τῶν συντελούντων εἰς ταύτην τὴν ζωήν, ἐὰν μάταιόν̣ τι ἔχῃ. πάλιν ὧδε "καρδία" ἡμῖν ἐστιν ὁ ἀληθῶς νοῦς ο῾̣ ὁρῶν τὸν θεόν. ἀμέλει γοῦν ὁ ἅγιος "ἐν παρρησίᾳ" πρὸς τὸν θεὸν λέγει· "οὐκ ἐκολλήθη μοι καρ 166 δία σκανβή". πάλιν ἄλλοι ἔχουσιν "καρδίας σαρκίνας, ἐν αἷς γράφει τὸ πνεῦμα τοῦ θεοῦ τοῦ ζῶντος". σαρκίνας δὲ λέγει τὰς εὐείκτους, τὰς τα χέως δεχομένας τὴν γραφὴν του῀̣ πνεύματος. δύναται δὲ καὶ †ἐαν ὑπὸ τῶν† κατὰ τὸ ῥητόν, ὥστε τὴν αὑτοῦ καρδίαν εὐφραι´̣νει. εἵλατο γὰρ καρδίαν ἔχειν θηρεύουσαν ἡδονάς. δεῖ τοὺς λόγους̣ π̣ρὸς τοὺς λέγοντας ἐκλαμβάνειν. εἰ σοφός ἐστιν ὁ λέ γων, σοφῶς αὐτῶν ἀκούειν δεῖ. εἰ σοφὸς ὢν προσωποποιεῖται καὶ ἕτερον πρόσωπον καὶ κατάλληλον φέρει τῷ ἀνθρώπῳ ἐκείνῳ, ὁμιλίαν δεῖ πάλιν ἐκεί νου ἀκοῦσαι. ἐπεὶ αὐτὸς ὁ ἀπόστολος λέγ̣ε̣ι· "κἂν φάγωμεν, κἂν πίωμεν, οὔτε ὑστερούμεθα οὔτε π̣ε̣ρ̣ι̣σσεύομεν", ᾗ Χριστιανοί ἐσμεν ἢ σοφοὶ ἢ "δοῦλοι Χριστοῦ", οὐκ ἔχομεν προσθήκην ἢ ἀφαίρεσιν ἐκ τοῦ φαγεῖν ἔτι τ̣ι. ὅταν δὲ λέγῃ· "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν", ο῾̣ αὐτός ἐστιν ὁ γράφων, ὁ αὐτός ἐστιν ὁ λέγων, ἀλλ' οὐκ ἀπὸ ἰδίου π̣ροσώ που, οὐχ ὡς ἀπόστολος λέγει, ἀλλὰ πρόσωπον ἐδέξατο τῶν λεγόντων, ὅτι πέρα τοῦ πάρο̣ν̣τος βίου τούτου οὐκ ἔστιν ἡ μετὰ ταῦτα ἡ ζωή. ἔστ̣ι̣ν̣ πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πο̣λ̣λ̣η´̣ ἐστιν παρὰ τὸν ἄνθρωπον· ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντ̣α καὶ δόξαν. ταύταις κ̣ατ̣έχεται πονηρίαις· καὶ ταύτην "εἶδον ὑπὸ τὸν ἥλιον̣" κ̣α̣ὶ μάλιστα ἐν τοῖς α᾿̣ν̣θρώποις π̣ε̣ρ̣ισσε̣ύει. καὶ ἐν τοῖς ἀλόγοις ζῴοις ἔστιν διαφορὰν εὑρεῖν· οὐ πάντες οἱ ἵπποι οὕτω φιλοκαλοῦνται ὡς ο̣ἱ εἰς ἀγῶνας ἢ εἰς πολέμους παριστα´̣μενοι. καὶ ἐπὶ τῶν ὄνων καὶ κυνῶν ὁμοίως. πολλὴ δέ ἐστιν ἡ διαφορὰ περὶ τὸν ἄνθρωπον. ἐκεῖνα μὲν γὰρ ἀλλοίως ἔχουσιν. τὸ οὕτως ἀναπαύεσθαι ·····εια ἐστιν ἡ ἐκκα·ο̣υ̣μένη. ὧδε δὲ προαίρεσίς ἐστιν προαίρεσις περισπω̣μένη, προαίρεσις οὐ δυνα μένη κρῖναι τὰ ὠφελοῦντα καὶ μὴ ὠφελοῦντα· γνῶσίς ἐστιν ἐσφαλμένη τὸ νομίζειν, ὅτι ἐν πλούτῳ καὶ δόξῃ δύναταί τι παρα´̣γειν