1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

8

καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεώς τε καὶ διακρίσεως. διαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς 20 τῶν ὑποστάσεων ὑπάρξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς.

∆ʹ. Ἐρώτησις. Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις, τριώνυμος, τριπρόσωπος; Ἀπόκρισις. Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαίρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. διὸ αἱ τρεῖς ὑποστάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς. καὶ τὴν ὑπόστασιν, ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ υἱόν, ἀλλ' ἄλλην· τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. διὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων.

Εʹ. Ἐρώτησις. Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; Ἀπόκρισις. Κἂν διεζευγμένως λέγωμεν τὸν υἱὸν ποτὲ μὲν υἱὸν τοῦ πατρός, ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτόν· οὐδέποτε νοοῦμεν. υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ' οὐ σίαν θεοῦ. ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν υἱὸν τοῦ θεοῦ, ἐπειδὴ εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι καὶ τῆς τοῦ προσώπου οὐσίας. ςʹ. Ἐρώτησις. Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέν νηται, μεθυπάρχει τοῦ γεννήσαντος; εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοηθήσεται. 21 Ἀπόκρισις. Ἡμεῖς ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν. ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήματος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως.

Ζʹ. Ἐρώτησις. Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐν ανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι, τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τοῦ θεοῦ λόγου ἀδιαίρετον ἔχοντος; πῶς οὖν τὰ τῇ ὁμοουσίῳ τριάδι διὰ τὸ ἀδιαίρετον διαφέροντα τῷ ἑνὶ προσώπῳ, τουτέστι τῷ θεῷ λόγῳ, ἀκολούθως ἁρμόττειν δυνήσεται; Ἀπόκρισις. Ἡ μὲν θεία οὐσία μία καθέστηκε καὶ τὰ αὐτῆς πάντα κοινὰ τῶν ἐχόντων ταύτην, αἱ δὲ θεῖαι ὑποστάσεις εἰσὶ τρεῖς, ὧν τὰ ἰδικὰ διῃρημένως ὑπάρχει ἑκάστῃ. ἐπειδὴ οὖν ἡ ἔνσαρ κος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας. διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ εἰς τὸν πατέρα καὶ εἰς τὴν οἰκονο μίαν διῃρημένως ποιεῖ τοὺς λόγους, ὡς ὅταν λέγῃ "ὁ πατήρ με ἀγαπᾷ" καὶ "ὁ πατήρ, ὃς δέδωκέ μοι". ὡσαύτως δὲ καὶ εἰς τὸ πνεῦμα καὶ εἰς τὴν οἰκονομίαν διαιρεῖ τοὺς λόγους, ὡς τὸ "ἐξέ βαλεν αὐτὸν εἰς τὴν ἔρημον τὸ πνεῦμα πειρασθῆναι ὑπὸ τοῦ δια βόλου" καὶ τὸ "εἰ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια". εἰς δὲ τὸν θεοῦ λόγον καὶ εἰς τὴν οἰκονομίαν οὐδαμῶς ποιεῖ τὴν τοιαύτην διαίρεσιν, ἀλλὰ κατὰ τὸν λόγον τῆς ἀντιδείξεως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου ποιεῖ ἀδιαιρέτως τὴν διήγησιν τῶν ἑκάστῃ φύσει διῃρημένως ἁρμοττόντων.

Ηʹ. Ἐρώτησις. Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως καὶ ὄντως ὄντα υἱὸν τῇ ἀντιδιαστολῇ τοῦ 22 μὴ ἀληθῶς μηδὲ κυρίως μηδὲ ὄντως ὄντος υἱοῦ, υἱοῦ δὲ ὅμως καὶ τούτου καλουμένου, πῶς δυάδι υἱῶν οὐ λατρεύουσι, κἂν ἑτε ροούσια τὰ δύο τυγχάνουσι πρόσωπα; Ἀπόκρισις. Ἡ τοιαύτη γεγένηται ἀντιδιαστολὴ πρὸς σαφήνειαν τοῦ τίς τί τίνι ἔδωκε, τουτέστιν ὅτι ἡ μορφὴ τοῦ θεοῦ λαβοῦσα τὴν τοῦ δούλου μορφὴν ἐν τάξει ἑαυτῆς, ἔδειξεν αὐτὴν τῇ κτίσει. διὸ καὶ ἡ θεία γραφὴ ἀπὸ ταύτης τῆς γνώσεως ὁρ μωμένη τὸν ἕνα κύριον