9
Ἰησοῦν Χριστὸν καταγγέλλει ποτὲ μὲν κατὰ τὴν ἄθετον αὐτοῦ υἱότητα, ὅταν λέγῃ "δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε", ποτὲ δὲ κατὰ τὴν τιθεμένην, ὅταν λέγῃ "ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε". [ταῦτα] τῇ τοῦ δούλου μορφῇ οὐχ ἁρμόττει. διὰ τοῦτο τῇ τοιαύτῃ ἀντιδιαστολῇ ἑκάστῃ μορφῇ τὸ ἁρμόζον ἀποδέδοται· εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός-ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι-, ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν· εἰ δὲ τοῦτο προδή λως ἄτοπον, ἀδιάβλητος ἄρα ἡ τῶν φύσεων ἀντιδιαστολὴ ἐπὶ τῇ δυάδι αὐτῶν, ὡς ταύτης οὖσα κατασκευαστική. τὸ δὲ ἐν τάξει τῆς μορφῆς τοῦ θεοῦ ὁρᾶσθαι τὴν τοῦ δούλου μορφὴν καὶ μὴ ἐν τῷ οἰκείῳ προσώπῳ πάσης τῆς κατὰ πρόσωπον αὐθεντίας τε καὶ τι μῆς, δυάδος υἱῶν ἐστιν ἀναιρετικόν· τὸ γὰρ ἐν τάξει ταὐτόν ἐστι τῷ τάξαντι προσώπῳ καὶ οὐ φύσει.
Θʹ. Ἐρώτησις. Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχο μένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέ 23 λων τε καὶ ἀνθρώπων, οἶκος οἰκούντων σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου. διὸ οὔτε ὑγιῶς ἠρωτήθη· ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑ ρεθῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. ἔτι δὲ τὰ λε χθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα, ὁ δὲ θεὸς τῇ βουλήσει περιέχει τὸ πᾶν. καὶ τὰ μὲν ἄλλα περιε χόμενα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος, ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. καὶ τοῖς μὲν ἄλλοις περιεχομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόντων αὐτά, τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. καὶ τὰ μὲν λεχθέντα περι εκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν, ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ, οὕτω καὶ τῇ ἀξίᾳ.
Ιʹ. Ἐρώτησις. Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισις. Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν, τὸ ἔργον αὑτοῦ τηρεῖ. καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν.
ΙΑʹ. Ἐρώτησις. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται 24 οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος-τὸ γὰρ "τοῦ ἀνθρώπου" φασὶν οὐ θηλείας ἐστὶν ἀλλ' ἄρ ρενος ὄνομα-, τίσι λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν μα ταίαν ἐλέγξομεν; Ἀπόκρισις. Εἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ "ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰω σήφ"· τὸ γὰρ "ὡς ἐνομίζετο" ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων χώραν οὐκ ἔχει, τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλι ποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελ λούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθέ νου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. πρὸς ἀναίρε σιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λόγοις τοιού τοις· εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώ που οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου. εἰ δὲ τινὸς ἀνθρώπου οὐκ ἔστιν υἱὸς ὁ Χριστός, ἐξ ἀνάγκης οὐδὲ υἱὸς ἀνθρώπου ἐστίν. ἔτι δέ, εἰ καθώσπερ υἱὸς τοῦ Ἠλὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἠλί, τί ἄτοπον οὕτως καὶ τὸν Χριστὸν