10
δοῦναι υἱὸν τῷ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας; τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕνα δὲ κατὰ τὸν νόμον χωρὶς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέν νησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ· "πνεῦμα", φησίν, "ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψί 25 στου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον. κληθήσεται υἱὸς θεοῦ". ἀλλ' εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἠλὶ υἱός ἐστι τοῦ Ἠλὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολλῷ μᾶλλον τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας.
ΙΒʹ. Ἐρώτησις. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖος καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε διὰ τὸ οὕτως τὰ γένη τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ εὐαγγελίου τοῦ οἰ κείου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντος, ἐπειδὴ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν πατέρων ἀνάγκη λογίζεσθαι; ἐνδέχεται γὰρ κατὰ νόμον γενέσθαι πατέρα, ἅπαξ τοῦ κατὰ φύσιν πατρὸς τὸν παῖδα γεννήσαντος. πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελισταῖς ἡ τάξις ἀντέστραπται καὶ ὁ Λου κᾶς, ὁ ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; εἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχό μενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δύνανται. ἐκ προοιμίων πρὸς ἀντίρρησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρῃσκείᾳ προστεθῆναι βουλόμενον; Ἀπόκρισις. Ἐν τῇ κατὰ Λουκᾶν γενεαλογίᾳ ὁ Ἠλὶ μόνος 26 ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἠλὶ ἕως τοῦ Νάθαν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν προτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἠλὶ πρὸς τὸν Ἰωσήφ, πάππων καὶ προπάππων λογιζομένων, τοῦ Ἰωσὴφ μὲν μόνου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελιστῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκείνων φωνῶν νο μισθεῖσα τοῖς παρανοήσασιν.
ΙΓʹ. Ἐρώτησις. Εἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυ ναῖκα ἐλάμβανε; καὶ πῶς οὐκ ἄτοπον; εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπο ρον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιίας μνη μόσυνον; τί δὲ καὶ τῷ ἀποθανόντι προσεγένετο ὄφελος; τὸ διὰ παιδοποιίας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύ πτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτή σαντος, τοῦ νόμου μὴ παρακουομένου· πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παρακοῇ τοῦ νόμου ὑφίσταται. κἂν συμβαίη δὲ στεῖραν τὴν γυ 27 ναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο τῷ ἀνδρὶ καὶ τῇ γυναικί, τῷ δὲ ἀδήλῳ οὐκ ἔστι δίκαιον παριδεῖν τὸν νόμον. ἐτέθη δὲ ὁ νό μος οὗτος, ἵνα ὧν ἀφείλετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προνοίᾳ· εἰ γὰρ μνημοσύνης ἕνεκεν κληρονόμου ἐπὶ τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι ᾧ