1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

11

γῆς ἐπικυ κλουμένης̣ πολλάκις καὶ ·······ς πολλάκις τὸν ἡλιακὸν κύκλον, οὑ´̣τ̣ω̣ κ····· τῇ ἀρετῇ ε̣····· ····α̣ καθ' ἑαυτάς. καὶ τὸ ἔστιν̣· ἐκ τοῦ βί ου μ̣ε̣τὰ ἀρετ̣ῆς μακροήμερος γίνετα̣ι καὶ πολυχρόνιος καὶ μακάριος. ε̣ι᾿̣ τ̣ῶν ἡμερῶν τούτων ἐν ἀρ̣ε̣τῇ πειρα῀̣ται, οὐδέπω ἐτῶν ἄλλων ε᾿̣π̣ιθυ μεῖ. ἐὰν ἡ ματαιότ̣ης γ̣ε ἀποστῇ α᾿̣π̣ὸ τῆς ζωῆς, ἐπεὶ τὴν ἐλπίδα ἔχει ἐπ̣ὶ τῷ θεῷ, ν̣ κ̣ ρ̣ω π̣α̣σῶν αὐτῶν γίνεται καὶ μάταιόν ἐστιν αὐτῷ τὸ ἔτ̣η πολλ̣α`̣ ζ̣ῇν. ἔτη πολλὰ περιγράφεται γάρ, ἡ δὲ μακαρία ζωὴ μα κραίων ἐστίν, αι᾿̣ώνιός ἐστιν. 171 τὸ ἀποστολικὸν βούλομαι παραγαγεῖν δοκοῦν τισιν εἶναι κατὰ τὴν ἱστο ρίαν. "ἡ εὐσέβεια", φησίν, "πρὸς πάντα ἐστὶν ὠφέλιμος, ἐπαγγελίαν̣ ζωῆς ἔχουσα τῆς νῦν καὶ τῆς μελλούσης". ὅταν λέγῃ· "τη῀̣ς νῦν", οὐ ταύτης λέ γει̣, περὶ ἧς ὁ ἀπόστολος λέγει· "εἰ ἐν ταύτῃ τῇ ζωῇ ἠλπικότες ἐσμὲν μό νον̣", ἀλλὰ τὴν δυναμένην κατὰ ἀρετὴν ἐνταῦθα ὑπάρξαι, περὶ ἧς ἄν τις εἴποι "ἐκ μέρους" εἶναι. ὅτι δὲ ἔχουσιν ἀπεντεῦθεν οἱ μακάριοι ταύτην τὴν ζωήν, σαφῶς δείκνυται ἐκ τοῦ· "ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον", καὶ "αὕτη δέ ἐστιν ἡ αἰ ώνιος ζωή, ἵνα γιγνώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν". οὐ ταύτην μόνη̣ν̣ ἔχει τὴν ζωὴν ἡ ἐπαγγελία τῆς εὐσεβείας, τὸ ὧδε μακαρί ως ζῆσαι, τὸ ὧδε ἐν πρακτικῷ καὶ θεωρητικῷ βίῳ διαγαγεῖν, ἀλλὰ καὶ δ̣ια̣ δέχεται ταύτην ζωή, ὡς τὸ "ἐκ μέρους" τ̣ὸ ὅλον καταδέχεται, ὡς τὸ "δι' ἐσόπτρου" τὸ "πρόσωπον πρὸς πρόσωπ̣ον", εἴ τίς ἐστιν αἰώνιος, εἴ τις μα κραίων ἐστίν· τὴν δὲ ζωὴν ταύτην τὴν π̣ρόσκαιρ̣ον οὐ διαδέχεται ἄλλη ζωή, ἐκείνοις λ̣ε´̣γω̣ τοῖς μόνην ταύτην νομ̣ίσασιν εἶνα̣ι. "ἐν ταύτῃ γὰρ τῇ ζωῇ ἠλπικότες μ̣όν̣ῃ" εἶπαν· "φα´̣γ̣ωμε̣ν̣ καὶ πίωμεν̣". εἰ δὲ καὶ διαδέ χε̣ται ο̣ὑ´̣τ̣ω̣ς̣ τ̣ι̣, ἀλλ' οὐχ ἡ μακραίω̣ν ζωή. "εἰς τὴν λίμνην γοῦν τοῦ π̣υρὸς" ἀπέρ̣χονται καὶ "δι´̣κην πυρὸς ὑπ̣ έχουσιν" μεγάλην, ὅπου ἐν μοίρᾳ τοῦ θανάτου γεγένη̣νται, τῆς ζωῆς ταύτης δηλονότι δ̣ίκας δόντες. καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐνπλ̣ησθήσεται ἀπὸ τῆς ἀγα θοσύνης, καί γε τ̣αφὴ οὐκ ἐγένετο α̣ὐτῷ. ὡς συνβ̣εβ̣ηκότα λέγει "πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν". τούτων οὐκ ἐμπίμπλ̣αται. ὡς ὁ ἀγαπῶν ἀργύριον ἔτι πλείονα ἔχειν θέλει χρή ματα καὶ τ̣ὰ ἄλλα, οὕτω καὶ ὁ δαψιλῶς θέλων ζῆν. οὐδέπω γὰρ θέλει φαν τασθῆν̣αι θάνατον. καὶ ἡ ἀναγωγὴ δὲ αὐτοῦ τοῦτο· ὃς ἂν δοξάζηται δῆθεν ὡς σοφὸς "ψευ δώνυ̣μον" ἔχων "γνῶσιν", ἔτι πλέο̣ν θέλ̣ει δ̣ο̣ξάζεσθαι. ἐὰν ζῇ δ̣ῆθεν κα̣τὰ "ψευδώνυμον γνῶσιν", ἤθελεν ἀεὶ οὕτως ἔχ̣ειν. καί γε̣ οὐκ ἐγένετο αυ᾿̣τῷ ταφή.

172 λ̣έγ̣ε̣ι ὅτι "ἔζησεν πολλῶν ἐτῶν καθόδους". ἐγένετο ἔτη χίλια, πάντων τῶν ἡδέων πεπλήρωται, οὐδενὸς ἀποτυγχάνει· καὶ πολλάκις ἀ´̣νευ ταφῆς βάλ λεται. "α᾿̣γαθὸν τὸ ἔκτρωμα ὑπὲρ τοῦτον", ᾧ μηδὲν ἡδὺ υ῾̣π̣ῆρχεν· οὐδὲ πλοῦτον εἰ῀̣χεν τὸ ἀνάβλωμα οὐδὲ ὑπάρχοντα οὐδὲ ἐδοξάσθη, καὶ ἀγαθότερόν ἐστιν ὑπὲρ τοῦτον, ὅτι οὐ πεπείραται ὅλως τούτων. τοῦτο ὡς πρὸς τὸ ῥητόν. ὡς δὲ πρὸς ἀναγωγὴν τοῦτο, ὅτι πεπλούτηκεν ἐν πολλοῖς ἐκείνοις, τὴν τα φὴν οὐχ εὗρεν τὴν περιγράφουσαν τὴν προτέραν ζωήν. λέγει γοῦν ὅτι· "ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· θήσομαι ταφήν σου". τινὲς οὕτω ἔστιξαν, ὅτι "τὰ γλυπτὰ θήσομαι ταφήν σου", οὐχὶ δὲ "ἐξολεθρεύσω" ταῦτα. καὶ ὅταν τ̣ὸ τῇ ψυχῇ σου συμφέρῃ, τ̣ο´̣τε τίθεμαί σου ταφήν. βαπτίζῃ γὰρ καὶ συνθάπτῃ μετὰ τῶν ἐξωλε θρευμένων. ἀμέλει γοῦν μετὰ τ̣ο`̣ "θήσομαι ταφήν σου" λέγει· "ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου". λοιπὸν ἐν ἑορτῇ γίνεται εὐχὰς σπουδάζειν. ὁ πάλαι πεπληρωμέ νος γλυπτω῀̣ν καὶ χωνευτῶν ἐν ταφῇ ὑπεβλήθη ὥστε "συνταφῆναι τῷ Χριστῷ". λοιπὸν δὲ κέκ̣ληκεν εἰς τὸ ἑορτὴν ποιεῖσθαι, εἰς τὸ εὖ πράττειν. οὐ δὲν γὰρ ἕτερ̣ο´̣ν ἐσ̣τ̣ι̣ν̣ ἡ ἑορτὴ ἠ`̣ τὸ τὰ δέοντα̣ πράττειν, προστίθεμεν δὲ ἡμεῖς καὶ τὸ τα´̣δ̣ε̣ ἢ τάδε πονεῖν. πρὸς τὴν ἀναγωγὴν οὖν τό· ἐσπούδασ̣εν πολλὰ καὶ ἐπλούτησεν, ὡς ἐνόμι ζεν ἐν ψ̣ευδεῖ γνώμῃ, οὐ γ̣νώσ̣ε̣ι̣ ἐναρέτῳ συν̣π̣ε̣πλη̣̣ρωμένος, "καὶ οὐκ ἐγένετο αὐτῷ ταφή". εἶπον̣ ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ε᾿̣ν μα ταιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται. κατὰ τὸ ῥητὸν ὑπὲρ τὸν πλουτήσαντα ε᾿̣ν πάσῃ κτήσει, ὁ`̣ς̣ μηδὲν ἀπολ̣είπει αὐτοῦ τῶν περισσευμάτω̣ν,