1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

12

μὴ κινητόν, μὴ ἀκίνητον, μὴ δό ξασμα̣, μὴ ἀξίωμα· καὶ τεθν̣ηκὼς ἐὰν του´̣των ἐκτὸς πάντων εὑρεθῇ, "εἶ π̣α τ̣ὸ ἐ´̣κτρωμα ὑπὲρ τοῦτον̣ α᾿̣γαθόν", ὅ ἐστιν̣ ὁ μὴ ὅλως πειραθεὶς τοῦ β̣ίου τούτου. πρὸς δὲ τη`̣ν α᾿̣ναγωγὴν οὕτ̣ω λημπτ̣έον, ὡς καὶ ἐν τοῖς ὀλίγῳ πρ̣όσθεν ἐλέγετο τ̣ὸ "καλὸν̣ ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη". ἀγαθὸν οὖν ὑπὲρ ἀμ φοτέρους, τοὺς βίον ἀ´̣γον̣τας ἔτ̣ι καὶ τοὺς τεθνηκότας̣, ὁ`̣ς̣ οὔπω ἐγέ νετο. ὅτι ἐν ματαιότητι ἦλθεν̣ κ̣αὶ ἐν σκότει π̣ορεύεται. οἱ ἄλ̣λοι ἄνθρωποι, ὅταν εὖ τεχθέντες καὶ εὐ῀̣ ἀνατ̣ραφέντες ὦσιν, κα̣κῶς 173 χρησάμενοι τοῖς δοθεῖσιν ὧδε ἔσχον τὴν ματαιότη̣τα· τὸ δὲ ἔκτρωμα καὶ αὐτὴν τὴν γένεσιν ματαίως ἔσχεν· συνελήμφθη ο̣ὐχ ἵνα ζήσῃ, οὐχ ἵνα ἔνβρυον γένηται, ἀλλ' ἵνα εὐθέως φθαρῇ ἡ γονή, εὐθέως ὁ´̣τα̣ν παρῇ ἡ σύνλημψις. ἐν σκότει οὖν πάλιν οὐκ ἦλθεν εἰς ἀνθρώπους, οὐκ ἐγνώσθη, ὅτι̣ "ἐν ματαιότη τι ἦλθεν καὶ ἐν σκότει πορεύεται". οὐδὲν ἔπραξεν οὐδὲ ἐνόησεν ου᾿̣δ̣ε`̣ ἐγνωκώς τι τῶν ἀνθρωπίνων ἔσχεν γνῶναι. καὶ διὰ τοῦτο ὡς ἦλθεν μετὰ ἀγνοί ας καὶ τῷ μὴ πεπείρασθαι τούτων, οὕτω πάλιν πορεύεται. πολύς ἐστιν περὶ ὧν ὁ λόγος καὶ ζητούμενος παρὰ πολλοῖς τοῖς ἀδ̣ηλοῦσιν ὅτι, εἰ τὰ συνλήμματα γίνεται, ἵνα γεννηθῶσιν ἄνθρωποι, εἰ καὶ ἐπὶ θεῷ ἐστιν τὸ δοῦναι τέκνον καὶ μή, καὶ τὸ πολυχρόνιον εἶναι ἢ ὀλιγοχρόνιον, πῶς τι να εἰς συνλήμματα οὐ τελεσφορεῖται, οὐκ ἀποτίκτεται, ἄλλα δέ-καὶ τοῦτο πραχθέν-δύο ἢ τριῶν ὡρῶν ζῇ, δῶμεν δέ, ὅτι καὶ δέκα ἔτη. μὴ ἀκρίτως̣ ταῦτα γίνεται; οὐκ ἔστιν "τὰ κρίματα" ταῦτα "ἀβύσσῳ πολλῇ" ἐοι̣κότα; μόνον καθ όλου ἴσμεν, ὅτι οὐ ματαίως γεγένηται· εἰ καὶ ματαιότητα ἔσ̣χεν τῷ μηδὲ γεννηθῆναι μηδὲ ἀνατραφῆναι, μάλιστα ὁ ἡμῶν γεννητὴς οὐ ματαίως ταῦτα ποιεῖ. διὰ τί οὐ γιγνωσκόμενον ἐκεῖνό ἐστιν; ὅτι̣ ἔχομεν̣ λογ̣ι̣σμο̣υ`̣ς̣ ἀν θρώπων. ὑπὲρ σωτηρίας̣ δὲ κα̣ι`̣ το̣υ῀̣τ̣ο̣ γ̣ι´̣ν̣ε̣τ̣α̣ι̣, ἣν δίδωσιν ὁ θεὸς̣ ἑκάστῳ. λύει δὲ τ̣αῦτα πάντα τὸ μη`̣ τη`̣ν̣ αὐτὴν δίκην δοῦναι τὴν̣ ψυχὴν αὐτου῀̣. εἰ γὰρ συνσπείρ̣εται, μάταιά εἰσιν ὅλα ταῦτα. ἀλ̣λὰ κρίσει θεοῦ τὰ συνλήμ ματα γίνεται· καὶ ὁ θεὸς λέγει διδόναι τέκ̣να. καὶ εἴ πο̣τε γοῦν τι νες αἰτοῦσιν παρὰ αὐτοῦ τέκνα, τ̣ὰ δόμα̣τα τοῦ θεοῦ συνκρίσε̣ις. εἰ πολλα χῶς ἔτυχέν τις αὐτῶν, λόγῳ εὔχετ̣αι, λόγῳ δὲ τῷ τῆς σοφίας καὶ γνώσε ως, δόματα ἔχειν. λ··σ̣ο̣···που̣··λ̣ε̣·ς̣ λόγος ἡ ἀκολουθία ὑπ̣ο̣β̣·····. κατα`̣ τὴν ἀναγωγὴν λ̣οιπ̣ὸν̣, ὅτι ἐγενν̣ήθ̣η̣σαν-τίνες δῆθεν ἢ αἱ τῆς θείας διδασκαλίας γοναί-συνλ̣η̣μ̣φ̣θ̣ε̣ι῀̣σ̣α̣ι̣, ἱ´̣να τ̣εχθῶσιν, καὶ ε̣ὐθέως ἐβλάβησαν. οὕτως οὖν ἀνήχθη καὶ τὸ ἐν εὐαγγελίῳ λεγόμενον̣. θλ̣ίψεως πολλῆς ἐρχομένης λ̣έγει· "οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλα ζ̣ούσαις". ἡ ἐν γαστρὶ ἔχουσα τὴν θλῖψιν λαβοῦσα καὶ μὴ ἐνέγκασα ἐξα̣μ βλίσκει. καὶ ματ̣αι´̣ως ἐκ̣εῖνο συνελήμφθη. ἐνίαι δὲ ἐγεννήθησαν μέν, ἀλλὰ 174 οὐ τέλειαι γεγένηνται, ἀλλὰ τὴν θηλαζουσῶν ἐ´̣φερον †ηλιαν†· καὶ πάλιν ταχὺ τῆς ψυχῆς γε̣νομένης εἰς θλῖψιν ἐβλάβησαν, νεοπαγῆ ἐχούσης ἀρετήν, ἐν κατηχήσει πρώτῃ τ̣υγχ̣ανούσης. δυ̣νατ̣ὸν δὲ καὶ ὡσ̣α̣νεὶ ἱστορίαν λαβεῖν τοῦτο· τῆς θλίψεως ἐκ̣είνης τῆς μνημονευομένης ἐν τῷ εὐαγγελίῳ ἐπελθούσης χρεία ἦν φυγῆς. ὡς πρὸς τὸ ῥητὸν τὸ ὅλον λαβ̣ε´̣· αἱ ἐν γαστρὶ ἔχουσαι ἐνεποδίζοντο ὀξεῖ δρόμῳ χρήσασθαι καὶ κατελαμβάνοντο. ἠρέμα δὲ καὶ τὸν Ῥωμαίων πόλεμον αἰνίττεται τὸν κατὰ τῶν Ἑβραίων. ἐν γα-στρὶ ἔχουσα οὐ δύναται κ̣ακοπαθῆσαι ἢ ἐν τῷ φεύγειν ἢ ἐν τ̣ῷ μὴ τρέφεσθαι ὡς ἡ ἄλλη γυνὴ ἡ θηλάζουσα. τὴν ἐπ̣ι´̣τ̣ασιν οὖν τοῦ λιμοῦ καὶ τὰς μεγάλας κακίας ἐν τοῖς θ̣ρήνοις αἰνίττεται, ὅτι καὶ "γυναῖκες οἰκτίρμονες" ἔφαγον "τὰ παιδία ἑαυτῶν".

ε᾿̣νεχώρει γὰρ ἄλλας μὴ οἰκτίρμονας οὔσας χρήσασθαι ἁπλῶς τροφῇ τῷ εὑρις κομένῳ, κἀ`̣ν̣ παιδίον ᾖν αὐτόυ· ἀλλὰ τὴν ἐπίτασιν τῆς κακώσεως καὶ τοῦ σπανίζειν τὰ ἀνα̣γκαῖα σημαίνει. αἱ συνδιατιθέμεναι οὖν οὐ μόνον πρὸς τὰ τέκνα, ἀλλὰ κ̣α̣ι`̣ πρὸς τοὺς ἄλλους, τὰ παιδία ἑαυτῶν ἑψήσασαι ἔφαγον. τοιαύτην μνημονεύετ̣αι ἐν ἐκείνῃ τῇ Μαριάμμῃ ἐν τοῖς περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. αὕτη φιλόπαις ἦν- μόνον δὲ ἦν παιδίον-ἦν δὲ καὶ τῶν εὐπόρων καὶ τῶν πάν̣υ̣ π̣λ̣ο̣υσ̣ι´̣ω̣ν̣. πολὺ δέ, οἶμ̣αι, εὐπορίας α᾿̣νήλ̣ω̣σ̣ε̣ν̣ εἰς τ̣ροφη´̣ν̣· ἐνίοτε αἶγα ἠγόραζεν ἢ ἔριφόν τινα. κ̣αι`̣ ὑπὸ