13
χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, δῆλον ὅτι ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη μένος, χείρων ἐστὶ τῶν ἀπίστων· τοσοῦτον γὰρ χείρων ἐστὶ τῶν ἀπίστων, ὅσον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀναπολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. ΙΘʹ. Ἐρώτησις. Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυλάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν κολάσεσιν; Ἀπόκρισις. Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυ νάμει τὴν ἀλήθειαν, ὅσον καὶ ὑποδεικνυμένην αὐτοῖς ταύτην παρὰ τῶν αὐτὴν εὑρηκότων οὐκ ἀνέχονται δέξασθαι αὐτήν. καὶ εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγγινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ γνώμης τὰς αἱρέσεις συστησαμένοις, μαχομένας ἑαυταῖς τε καὶ τῇ ἀληθείᾳ. 33 νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ ἀλλοτρίῳ τοῦ φρο νήματος, δῆλοί εἰσιν ὅτι ἐκ τῆς φιλοδοξίας ἢ ἀντιπαθείας τῶν αἱρε σιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν "λύκοι βαρεῖς" ὑπὸ τοῦ ἀποστόλου ὠνομά σθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί. ὅτι δὲ ἀδύνατόν ἐστιν ἀποτυ χεῖν τῆς εὑρήσεως τῷ ἐν ὅλῃ καρδίᾳ τε καὶ δυνάμει ζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύριος λέγων "πᾶς ὁ αἰτῶν λαμβά νει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται".
Κʹ. Ἐρώτησις. Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦνται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκα θάρτων, καρπῶν γῆς τε φορὰ καὶ ἐλαίου ἀνάβλυσις, πῶς οὐκ ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους; Ἀπόκρισις. Ὥσπερ τὸ "ἀνέτειλε τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους" οὐκ ἔστι βε βαιωτικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ, ἀλλὰ παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βεβαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖσθαί τινας ἐν αὐτοῖς δυνά μεις. εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας τὸ ἐνεργεῖν δυ νάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀναξίους τῆς πρὸς αὐ τὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας· "κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν"; λέγων πρὸς αὐτοὺς "οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζό μενοι τὴν ἀνομίαν"· ὁ γὰρ διδάξας ἡμᾶς ψωμίζειν καὶ ποτίζειν ἐχθρὸν πεινῶντα καὶ διψῶντα, πολλῷ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν 34 ἐδίδαξεν ἡμᾶς ποιεῖ, σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς τῶν ἀξίως 34 τὸν δοτῆρα τῆς χάριτος οὐκ ἐγνωκότων.
ΚΑʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητὸν διαδείκνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ κρίσει μετέχουσι, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν μετὰ τὴν ἀνά στασιν τοὺς ἀνθρώπους κομίζεσθαι; Ἀπόκρισις. Ἀπαθεῖς λεγόμεθα ἀνστάντες, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ φύσιν, τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον· οἷον, ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς λύπην, οὔτε χαίρο μεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ, ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον. κἂν ἐπὶ μείζοσι μὲν ἀγαθοῖς μᾶλλον χαιρόμεθα, ἐπ' ἐλάττοσι δὲ ἧττον, ἀλλὰ καὶ οὕτω κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμέ νων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λόγος, ὅταν ἀπαλλάττωνται, ὥσπερ τοῦ θανάτου, οὕτω καὶ τῆς κρίσεως· κατὰ γὰρ τὸν σωτῆρα, τῶν ἀνισταμένων οἳ μὲν εἰς ζωὴν οἳ δὲ εἰς κρίσιν ἀνίστανται.