14
ΚΒʹ. Ἐρώτησις. Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; τότε γὰρ ἑκάτερον πλείονα δίδωσι θατέρῳ τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παρά θεσις δείκνυται. Ἀπόκρισις. Εἰ τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθή 35 σεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται τιμῆς τε καὶ τιμωρίας, καὶ οὐκ ἐνδέχεται τῇ παραθέσει τῶν ἀντικειμένων δέ ξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν· ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιόν, οὕτως καὶ κατὰ τὸ ποσόν.
ΚΙʹ. Ἐρώτησις. Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύ σει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις. Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράττειν τὸ καλὸν καὶ μὴ πράττειν τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέ στησεν ἡμᾶς κυρίους. καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων, ἀλλ' ἐν τῇ αἱρέσει τῶν αἱρουμένων. οὐκ ἄρα οὖν ὁ θεὸς αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγαθοὺς ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡμῶν· ὥσπερ γὰρ ὁ ὁρῶν γυναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' ὅταν ἡ γνῶσις ἐξυπνίσῃ τὸ τῆς ἐπιθυμίας πάθος, οὐδ' οὕτω πόρνος ἐστίν, ἀλλ' ὅταν συγκατατίθεται τῷ πά θει ἡ προαίρεσις, τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτω καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐτοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡ κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη.
Κ∆ʹ. Ἐρώτησις. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖ τὰ ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; 36 Ἀπόκρισις. Τὸ ἡμεῖς καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. ἡμεῖς μὲν ἄρρενες καὶ θήλειαι ἐσμέν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώ φρονας ἢ πόρνους. στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν· ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, δι' αὐτὰ στε φανούμεθα ἢ κολαζόμεθα· ἃς γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν οὖ σαν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν ἐξουσίαν, πράττειν μὲν τὰ δίκαια, μὴ πράττειν δὲ τὰ ἄδικα. ὅταν οὖν οὕτω πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανού μεθα· μετατιθέντες δὲ τὸ πράττειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολαζόμεθα.
ΚΕʹ. Ἐρώτησις. Εἰ τὰ σωματικώτερον περί τε θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλ ληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις. Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λεχθέντα κατὰ ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει, οἷον ὡς τὸ "ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας". ἐπὶ μὲν τῶν ἀνθρώπων τὸ "ὠσφράνθη" κατὰ φύσιν, ἐπὶ δὲ θεοῦ κατα χρηστικῶς καὶ οὐ φύσει. τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατὰ ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει· οὐ γὰρ καταπίνει ὁ ἄνθρωπος ἄνθρωπον κατὰ φύ σιν, ἵνα κατὰ ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν ∆ία. ἔστι δὲ ὁ μῦθος λόγος ἀσύστατος, πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι. 37
Κςʹ. Ἐρώτησις. Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμέ νων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευ τήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτε τῶν ἔργων ἀμοιβὰς κομι ζόμενα, οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας