1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

15

γὰρ προσκεῖται τὸ "ὑπο`̣ τ̣ὸν ἥλιον". οἱ γὰρ ὑπεραναβεβηκότες τὸν ἥλιον τοῦ τον καὶ τῷ ἡλίῳ τῆς δικαιοσύνης προσπελάσαντες ὡς λεχθῆναι περὶ αὐτῶν ὅτι "ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν", ἀπαγγεῖλαι δύ νανται, "τί ἔσται ὀπίσω", τί διαδέχεται αὐτούς. καὶ ὅπερ εἶπον̣ καὶ νῦν ἐρῶ· ἐλέγομεν, ὅτι ἄγνοιαν ἔχο̣μ̣εν τῶν τοῦ θεοῦ κριμάτων, ἐπεὶ τυγχάνουσιν̣ "ἀνεξερεύνητα. τὰ κρίματα τοῦ θεοῦ ἄβ̣υσσός ἐστιν πολλή".

ἡ δὲ ἄβυσσος ἀκατάλημ̣πτός ἐστιν ἢ δυσκαταλημπτός. κ̣αὶ ἔλ̣ε γον, ὅτι ἔστωσάν τινες ὑπὸ βασιλε´̣ως δικαιοτάτου καταδ̣ικασθέντες̣ ἐν νή σῳ, ἕκαστος κατὰ τὸ ἁμάρτη̣μα ἑαυτοῦ, καὶ πάντες ἴσμεν, ὅτι κατεδικάσθη σαν δικαίως, οὐ μὴν ὅσδε διὰ τί. οὕτω καὶ ὧδε ἔχομεν εἰπεῖν. 195 καὶ ἔνπαλιν ἐξ ἀρχόντων πολλοὶ εἰς ἰδιωτισμὸν ἐτ̣ρ̣άπησαν. αὐτὸς οὗτος ὁ ἐκκλησιαστὴς λέγει· "εἶδο̣ν δου´̣λους ἐπὶ ἵππους καὶ ἄρχοντας περιπα τοῦντας", καὶ οὐκ ἔχομε̣ν̣ εἰπεῖν, διὰ τ̣ί ὅσδε τόδε ἔχει. ἔχο̣μεν δὲ καθόλου τοῦτο εἰπεῖν, ὅτι διαπίπτει τ̣ὰ τῶν ἀνθρώπων. ἐὰν δὲ ὑπερβαίνοντες ταῦτα ἄνω γενώμεθα μηκέτι σκοπο̣υ῀̣ντες τὰ πρόςκαιρα καὶ φαινόμενα, τότε̣ ἀναρ τήσομεν ἑαυτοὺς τῷ θεῷ, τὰ τηνικάδε δυνάμενοι γνῶναι, ἃ ἐπακολ̣ουθεῖ τῷ μετὰ ταῦτα. ἕκαστος δὲ πρὸς τὴν πρᾶξιν καὶ πρὸς τὴν ἐργασίαν μισθὸν ἀπο λαμβάνει. εἴρηται δὲ τοῦτο πρὸς τὸν θεὸν ὑπὸ τοῦ ψαλμῳδοῦ· "σὺ α᾿̣π̣οδ̣ω´̣σεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ". κἂν γοῦν φανερὰ ὦσιν τὰ ἔργα, ἀλλά γ' ο̣υ᾿̣κ̣ ἐ π̣ι̣σ̣τάμεθα, ποίᾳ διαθέσει αὐτὰ ἐνεργοῦσιν. ἐπερ· "καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ". ἡ ἀνα̣γ̣ω̣γ̣η´̣; λέγει τοῦτο· "οἱ ἐκλάμψαντες ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑ- αυτῶν" ἐν ταῖς ἀληθιναῖς ἡμέραις διήγαγον. ἐπαγγελίας γοῦν τρόπῳ πρός τινα εἶπεν περί τινος· "μακρότητι ἡμερῶν ἐνπλήσω αὐτόν". α̣ι῾̣ μ̣ακραὶ αὗται ἡμέραι αἱ πρὸς τοῦ φωτὸς τοῦ ἀληθινοῦ γινόμεναι οὐκ εἰσὶν σκιώ-δεις, πρωτότυποί εἰσιν· σκιώδεις δέ εἰσιν ἡμέραι, ἃς δυνάμεθα ἔτι σάρ-κα περικείμενοι ἀναδέξασθαι. τότε "ἐκ μέρους" τις γιγνώσκει, ὅτε οὔπω "τὸ τέλειον ἐλήλυθεν", ὅτε ἐν "ἀρραβῶνι πνεύματος" καὶ τοῦ φωτὸς τοῦ ἀληθινοῦ τυγχάνει. "ἐποίησεν οὖν ταύτας τὰς ἡμέρας ἐν σκιᾷ" τις, ἀλλ' οὐκ οἶδεν, τί ο᾿̣πίσω̣ αὐτοῦ ἔσται, εἰ ὑπερβήσεται τὴν σκιὰν ἢ καταπεσεῖ-ται κατ' αὐτῆς. καὶ ἵνα ἐξ ἄλλου παραδείγματος τὴν θεωρίαν λάβωμεν· οἱ Ἰουδαῖοι γε- γένηνται ἐν σκιᾷ "ἐν σκιᾷ" ἡμερῶν, οὐκ ἐν αὐταῖς ταῖς ἡμέραις. ἑρ-μηνεύει γὰρ τὰς ἡμέρας τὰς προηγουμένας καὶ ἀληθινὰς Μωΰσης λέγων· "αὕτη ἡ ζωή σου καὶ αὕτη ἡ μακρότης τῶν ἡμερῶν σου, ἀγαπᾶν κύριον̣ τὸν θεόν σου ἐξ ὅλης καρδίας σ̣ου καὶ ὅλης ψυχῆς σου". ἡ ἀγάπη δὲ ἡ πρὸς θε-ὸν "ε᾿̣ξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης διαθέσεως" γινομένη οὐκ αὔξησιν τῶν ἡμε̣ρ̣ῶν̣ τούτων ἐργάζεται. πολλοὶ γὰρ σπουδαῖοι καὶ θεοσεβεῖς ἄνθρω-ποι ταχέως μετετέθησαν τοῦ βίου, καὶ ἄλλοι ἐμακροημέρευσαν φαυλότατοι̣. ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον. 196 ἀμφιβόλου οὔσης τῆς λέξεως ἑκατέρως αὐτὴν ἐκλαβεῖν δεῖ, ἵνα ἦ τοῦτο "τί ἀπαγγελήσεται αὐτῷ ὑπὸ τὸν ἥλιον" καὶ "τίς̣ ἔτι ὑπὸ τὸν ἥλιον ὢν δύναται ἀπαγγεῖλαι". ἀμφότερα δέ ἐστιν ἀληθῆ. ἐπερ· ἡ ἀναγ̣ωγη´̣; ἡ ἀναγωγὴ αὕτη ἐστίν· καὶ τῷ ἀνθρώπῳ καὶ σπουδάζοντι τὰ αὐτῷ ἀλη-θῶς ἡδέα ἔχειν "τίς ἀπαγγελεῖ αὐτῷ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλι-ον". δύναται ὧδε λέγεσθαι τὰ διαλάμποντα, τὰ ἀνάγοντα ἀπὸ τῆς σκιᾶς, τὰ χειραγω̣γοῦντα ἐκ τῶν̣ προσκαίρων ἐπὶ τὰ αἰώνια. δυνατὸν δὲ καὶ περὶ τῆς "σκιᾶς" τῆς δικαιοσύνης ἐκ̣λαβεῖν τοῦτο, ὅτι "τίς αὐτῷ ἀπαγγέλει, τί ἔσται αὐτῶν ὑπὸ τὸν ἥλιον", ἔτι π̣λ̣ησιάζοντι τῇ δικαιοσύνῃ. οὐκέτι γὰρ ὑπὸ τὸν "ἥλιον τῆς δικαιοσύνης" ἐστὶν αὐτὸς ο̣ὑ῀̣-τ̣ος ὁ ὑπερβὰς τὴν σκιὰν καὶ ἐν αὐτῇ τῇ ἀληθείᾳ γενόμενος "πρόσωπον πρὸς πρόσωπον" αὐτὴν ὁρῶν. 196 ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. προτρέπει ἐπιμέλεσθαι καλῆς φήμης. εἴρηται γα`̣ρ· "φήμη α᾿̣γαθὴ πιαίνει ὀστᾶ". καὶ εἰώθαμεν̣ λ̣έγειν καλὸν ὄνομα κεκτῆσθαι τοὺς ἀρετῆς ἐπιμελο μένους καὶ κακὸν