1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

15

ἄωρον λα βεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις. Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ "σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει", τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ καὶ τὸ πιστεύειν τῶν βρεφῶν τὴν ἀνάστασιν· ὁ γὰρ τὴν ἀφθαρ σίαν αὐτοῖς παρέχων, δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. πλὴν οὐδὲ "ἔστιν ἐκεῖ μικρὸς ἢ μέγας", ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι· τὸ γὰρ "ἐγείρεται ἐν δυνάμει" οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. ἔτι δέ, εἰ οὐ γίνεται τῶν βρεφῶν ἀνάστασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά. εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ αὐτὰ εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. πῶς δὲ οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρίνειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρός, τῆς ἀγαλλιάσεως σκιρτήματα, καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων.

ΚΖʹ. Ἐρώτησις. Εἰ ἐψευσμένον ὑπάρχει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετικῶν διδόμενον βάπτισμα, διατί οἱ ὀρθόδοξοι τὸν προσ φεύγοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀλη θεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; εἰ δὲ καὶ χειροτονίαν τύχοι παρ' ἐκείνων δεξάμενος καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀποδέχονται, πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισις. Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου. 38 τὸ σφάλμα διορθοῦται, τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήματος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον.

ΚΗʹ. Ἐρώτησις. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη· καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν ἐκείνης τῆς ἡμέρας ἀπώλειαν· εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δείκνυται ἁμαρτωλὸς παρακουσθείς; "θέλημα γάρ" φησί "τῶν φοβουμένων αὐτὸν ποιήσει"· περὶ δὲ τῶν ἁμαρτωλῶν, ὅτι "ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν". Ἀπόκρισις. Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ, ὡς εἰ ἔλεγεν "εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεν νήθην, κατὰ τὴν ἡμέραν ταύτην κεκατηραμένη". διατί; "ἵνα ἐγώ" φησί "μὴ ἐγεννήθην". οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτω κεκατηραμένῃ. ἢ οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτω γεγενημένη, ὡς ἀναμένουσα τὴν ἔκβασιν; εἰ γὰρ ἦν οὕτως γεγενημένη, ἀνεκαλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλίψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς κατάρας ἐφθέγξατο ῥήματα, ἧς ἀπαλλαγεὶς οὐκ ἔστι δῆλον ὅτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας εἶχε γνώμην.

ΚΘʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλμῶν ἐστι παρατήρησις, διατί οἱ εὐσεβεῖς πάσῃ δυνά μει ταύτην ἀπωθεῖσθαι βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρωπὸν μηνυούσης ταύτης; καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς 39 παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώ ματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφιστάμενον πάντων τῶν ζῴων. διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν παραγίνονται πρόθεσιν, οὕτω καὶ ὁ παλμός· ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα καὶ ἕνα ἔχουσι τὸν σκοπόν, τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ὑποβλέπειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυ θρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. καὶ εἰ ὁ αὐτὸς παλ μὸς ὁ προμηνύων πλοῦτον τῷ βιωτικῷ ἀνθρώπῳ προσγίνεται καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις