1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

16

ὄνομα λαμβάνειν τὸν φαύλως διάγοντα. προτρέπεται οὖν φήμης ἐπιμέλεσθαι. ὑπὲρ γὰρ τὸ ἔλαιον τὸ δοκοῦν ἡδὺ εἶναι ἀγαθόν ἐστιν τὸ ὄνομα τοῦτο. ἐπερ· φανερὸν τὸ ῥητόν; ἐλεειν̣ο̣ὶ δοκοῦσιν οἱ ἐν τῷ βίῳ εὖ διάγοντες- ἔστιν δὲ μετὰ κακοδο ξίας τοῦτο ἔχειν· οἷος ἦν ὁ μετὰ Λαζάρου μνημονευθεὶς πλούσιος καὶ ὁ μὲν ἀκούσας· "ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν ψυχήν σου ἀπὸ σοῦ. ἃ δὲ ἡτοίμασας, τινί ἔσται;" τούτου οὖν τοῦ δοκοῦντος ἐλαίου τὸ ὄνομα τὸ ἀγαθὸν προτιμᾶτε καὶ προκρί νετε. δυνατὸν δὲ τὸ ὄνομα τὸ καλὸν ἀναλαβεῖν, τὸ αἱρετὸν ὄνομα τοῦ θεοῦ χρη ματίζειν. ἵνα μὴ τὸ ὄνομα ψιλὸν ᾖν, τὸ ὄνομα τὸ ἀγαθὸν κατὰ ἀρετὴν συνίστα ται. σὺν καμάτῳ δὲ καὶ πόνῳ καὶ ἱδρῶτι τοῦτό τις κτᾶται. τὸ δὲ ἐκ τοῦ παραχρῆμα γινόμενον ἡδὺ ἀκμητὶ πολλάκις παραγίνεται καὶ ἔξωθεν τῆς αὐ τῶν σπουδῆς. τοῦτό ἐστ̣ι̣ν̣ ὃ παραιτεῖται ὁ ἅγιος λέγων· "ἔλαιον ἁμαρ τωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου", ὃ νομίζουσιν αυ῾̣τοι῀̣ς̣ ἡδὺ καὶ ἐλαι οῦν αὑτούς, μὴ ὑπαρξάτω μοι. μὴ γὰρ πᾶσα φήμη ἐπαινετή ἐστιν. 197 τὸ δὲ ὄνομα ὧδε ἴσον φήμῃ δύναται. πολλοί εἰσιν εὐφημούμενοι, οἳ δύ νανται καταπονεῖν ἄλλους, ὅτι πλούσιοι, ὅτι ἄρχοντες. τοῦτο οὖν τὸ ὄνο μα οὐχ ὑπὲρ ἔλαιόν ἐστ̣ιν. οὐδὲ γὰρ ἄλλο τοῦ ἐλέους ἐστίν. τὸ δὲ ἀληθῶς αἱρετὸν καὶ τ̣····· ····· ·····ετ̣ον φέρων τῷ κεκτημένῳ ὑπὲρ τὰ ἥδεα τοῦ βίου ἐστίν. ὁμοίως λέγει περὶ ἡμέρας, ὅτι οἱ ὄντως τὰ πρεσβεῖα φέροντες κατὰ τὸν ἔσω ἄνθρωπον κ̣αὶ οἱ ἄγοντες "βίον ἀκηλίδωτον" ἀγαθὸν ὄνομα ἔχου σιν. καὶ τοῦτό ἐστιν τὸ ὑπὲρ ἐ´̣λαι̣̣ον, ὑπὲρ τὰ ἥδεα. ἐνίοι δὲ κτῶνται τὸ ὄνομα τοῦτο οὐκ ἐξ ἔργων, οὐκ ἐκ βίου, ἀλλ' ε᾿̣κ πρ·····θης καὶ σπου δῆς τινων. οὐκ ἔστιν ἐκεῖνο τὸ ὄνομα αἱρετώτερον τοῦ ἐλαίου. ἑαυτόν τι να δεῖ ἐλεῆσαι· σὺν τούτῳ δὲ τῷ ἐλέει ἐὰν κατορθώσῃ τὸν βίον, αἱρετώ τερον τὸ ἀληθινὸν ὄνομα, προκριτέον ἐστίν. καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. ἀρχὴ θλίψεώς ἐστιν καὶ κακοπραγίας ἡ ἡμ̣έρα τῆς γενέσεως. ἡ ἡμέρα τῆς γενέσεως εἰσάγει ἄνθρωπον ··· εἰς βίον̣, ἐ´̣ν̣θ̣α̣ πολλά ει᾿̣σ̣ιν̣ π̣ονη̣ ρ̣ὰ καὶ κακά· ἡ δὲ τοῦ θανάτου ἡμέρα τ̣ε´̣λ̣ος̣ ε᾿̣πιτίθησιν τῇ ἐπιμόχθῳ ζωῇ. ὁ τοίνυν μὴ προσσχὼν τὰ πρόσκαιρα μηδὲ μ̣ε´̣γ̣α ἐπ' αὐτοῖς φρονῶν, ἀλλ' εἰδὼς ὅτι "κάλλιον ἀναλύσαντα σὺν Χριστῷ εἶναι", τὴν ἡμέραν τοῦ θανάτου προκρίνει τῆς ἡμέρ̣α̣ς τῆς γενέσεως. ἡ μὲν γὰρ πολλῶν κακῶν ἀρ χή ἐστιν, ἡ δὲ τέλος καὶ περιγρα̣φὴ τῶν κακῶν. κα̣κὰ δὲ ἐνταῦθα τὰ ἐπί μοχθα λέγομεν, τὰ ἀδιάφορα· πενίαν, κακοδοξίαν καὶ τὰ συγγενῆ τούτοις. ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον ποτοῦ. ὑδαρότης ἤθους οὐ γίνεται, ἔνθα πένθος ἐστίν. ἐκτρέπονται γὰρ ἐκεῖ τὸ γεγηθέναι καὶ γελᾶν· αὕτη ἡ συμφορὰ οὐκ ἐπιτρέπει τοῦτο γίνεσθαι. ἐνί οτε δὲ καὶ ἀρεσκείᾳ τῇ πρὸς τοὺς δυστυχοῦντας καὶ πάσχοντας τὴν συμ φορὰν φυλαττόμεθα τὸ κἂν ἱλαροὶ ὀφθῆναι. ἐν δὲ τῷ οἴκῳ τοῦ ποτοῦ τἀναν τία γίνεται, καὶ ὄρχησις καὶ ᾄσματα φέροντα ψόγον, χυδαιότητος βι´̣ου̣ σύμ βολα ὄντα. "ἀγαθὸν" οὖν ἐστιν τῷ σοφῷ "πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον ποτοῦ". τοῦτο τὸ συνποτίζειν, ὅταν μὴ ἀγαγῇ κακόν, οὔτε ἀγαθὸν φέρει. ἐπερ· ἵνα "πένθος" ψεκτὸν μὴ λάβωμεν; ἐκεῖνο, ὃ μακαρίζει ὁ σωτήρ. καὶ πρὸς τὸ ῥητὸν εἴπομεν, ὅτι τὸ συνεῖναι συμφορὰν ὑφισταμένους οὐ 198 βλάπτει. ὑπόμνησιν ποιεῖ ὅλως τῆς φύσεως ἡμῶν ὁ οἶκος πένθους δηλῶν̣ ὅτι οὐδὲ πρῶτοι οὐδὲ μόνοι δυστυχοῦντες τὸ πένθος̣ ἔχομεν· κοινὸν γὰρ τὸ πένθος. ἐπερ· ἡ ἀναγωγή. οἶκός ἐστιν πένθους, ἔνθα ἠθικα`̣ ἁμαρτημάτων δόγματα καὶ οἱ ἐπ' αὐ τοῖς κολάσεις. ταῦτα γὰρ ἀκούοντες οἱ ἄνθρωποι κακο····· ····· ···λα̣ μὲν καὶ πενθεῖν καὶ ὀλοφύρεσθαι ἐφ' ἑαυτοῖς. ἀγαθὸν οὖν τί ε᾿̣στιν πένθος̣. μακαριςμὸν γὰρ φέρει. "μακάριοι" γὰρ "οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ πα̣ρακληθήσονται". προοίμιον καὶ ἀρχὴ παρακλήσεώς ἐστιν τὸ π̣ένθος. μα καρίζει δὲ ὁ σωτὴρ οὐ τοὺς ὅπως ποτὲ πενθοῦντας. ἐνίοτε γὰρ καὶ ὑπαί τιοι αὐτ̣οὶ πίπτουσιν τοῦ λόγου λέγοντος· "μὴ κλαίετε τεθνηκότα μηδὲ θρη ν̣εῖτε̣ αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ἐκ προσώπου κυρίου, ὅτι οὐκέτι ἐπιστρέψει". οὗτος ἄξιός ἐστιν κλαυθμοῦ. οὐ τὸν τεθνηκότα δεῖ πεν θεῖν, ἀλλὰ τὸν