19
παραιτητέα εἰσὶν καὶ ἀπαγο ρε̣υ̣όμενα. ἐπερ· σοφοῦ τοῦ ἐπιτιμ̣οῦντος ἢ τοῦ ἐπιτιμουμένου; τῆς ἐπιτιμήσεως τοῦ σοφοῦ, οὐχ ἣν αὐτὸς ὑφίσταται, ἀλλ' ἣν αὐτὸς προςτάττε̣ι ἀ´̣λλοι̣ς. ε̣ι᾿̣ δ̣ὲ καὶ οὕτω θέλεις λαβεῖν, ὅτ̣ι̣ "ἐπιτίμησις σοφοῦ", ἣν αὐτὸς ὑπο μένει, βίαιον μὲν τὸ λεγόμενον, ὅμως δὲ τοῦτο λέγει· ὁ σοφὸς δεξάμενος ἐπιτίμησιν διορθοῦται ἑαυτόν, ἀποβάλλει ἐκεῖνα, δι' ἃ ἡ ἐπιτίμησις αὐ τῷ γέγονεν. καὶ ἀγαθὸν αὐτῷ ἐστιν τοῦτο. οὐ τοῦτο δὲ βούλεται, ἀλλ' ἣν αὐτὸς ἐπιφ̣έρει τοῖς ἀξίοις ἐπιτιμίας, ἵνα ᾖν τούτῳ ὁμοῖον τὸ λεγόμενον· "ὃς προφέρει ἐκ χ̣ειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον".
203 ὅτι ὡς φωνὴ τῶν ἀκαν̣θῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων. καί γε τοῦτο ματαιότης. αἱ δὲ ἀ´̣κανθαι, ὅταν καίωνται ὑπ̣ὸ λέβητα, ἐξήχησιν ψόφου μεγάλ̣ο̣υ ἀποτελοῦσιν. καὶ ὁ τῶν ἀφρόνων οὖν γέλως τοιοῦτός ἐστιν μέχρι τοῦ ἐξη χήσεις καὶ ψ̣όφους ἀπεργάσασθαι, οὐχ ἕνεκα τοῦ δι̣αχεῖν τὴν ψυχήν. εἰ δὲ μ̣ὴ γελ̣ᾷ ἡ ψυ̣χή, οὐ μέχρι τοῦ ἐπιτιμῆσαι ἔφθανεν. πολλα̣χοῦ δὲ τῶν γρ̣αφω῀̣ν̣ ὁ λέβης τὴν κόλασιν σημαίνει. "ἀπὸ προσ̣ ώπο̣υ γὰρ βορρᾶ ἐκκαυθήσετ̣αι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". ὅτε ἐθε άσατ̣ο τὸν προφήτην ὁ λαὸς ἐγέλα. οἱ ἄφρονες οὐ μέχρι τοῦ διαναπαῦσαι τὴν ψυχὴν γελῶσιν και`̣, ἀλλὰ τοῦ ε᾿̣cηχῆσαι καὶ ψόφους· γελωτοποιοὶ δὲ μᾶλλόν εἰσιν. καὶ ὥσπερ αἱ ἄκαν̣θαι αὐταὶ τὰ φυτὰ κατάκαυστα ὑπὸ τὸν λέ βητα ὄντα ψόφον ἐξίησιν, οὕτως ὁ γέλως αὐτῶν ἐστιν ἀπὸ πεπυρασ̣μένης κακῆς ψυχῆς ἐκείνων προφερόμενος. ἐπερ· ἡ ἀναγωγή· "ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμη̣σιν σοφοῦ". ὁ θε̣ι῀̣ος τῶν γραφῶν λόγος σοφός ἐστιν καὶ ἕκαστος τῶν φυλ̣αττόντω̣ν αὐτὸν σοφὸς κατὰ θεόν ἐστιν, θεόσοφός ἐστιν. ὅτε οὖν τοιοῦτ̣ος ἐπιτιμᾷ, ἀγαθή ἐστιν ἡ σπουδὴ ἢ ο̣ὐ´̣κ; ἐπιτιμᾷ δὲ καλῶς. πολλοὶ δὲ ἐπιτιμῶσιν καὶ ἐπὶ τῷ μὴ γελωτοποιεῖν τινας, ὑπὲρ τοῦ μὴ ὀρχεῖσθαι καὶ τοιαῦτα ποιεῖν. ὁ σοφὸς δὲ κωλυτικὸν ἁμαρτίας ἔλεγχον προφέρει. καὶ ἡ ἐπιτίμησις ἡ τοιαύτη τοῦ σοφοῦ βελ̣τιωτικὴ οὖσα, κἂν μὴ βελτιωθῇ ὁ βελτιούμενος, ἀγαθόν ἐστιν ὑπὲρ τὸ ᾆσμα τῶν ἀφρόνων, τὸν κόλακα λόγον καὶ μὴ ἐπιτι μῶντα. καὶ κἂν ἀνὴρ διὰ ᾆσμα ἀφρόνων βλάπτηται, οὐ μόνο̣ν ἂν̣ γυνὴ ἢ παιδίον. ἄκανθαι οὖν εἰσιν αἱ βιωτικαὶ μέριμναι, αἱ αἰσχραὶ ἐπιθυμί αι, αἱ ἀκόλαστοι ἡδοναί. το̣ῦτο δὲ λέγει ὅτι τὰ τοιαῦτα, ἃ νομίζον ται γελωτοποιοῦντες ἡδέως ποιε̣ῖν, ἄκανθαί εἰσιν, ὑπὸ κόλασιν φέρουσαι καὶ ἐρχόμεναι. καὶ αὐτὸ δ' ἐστὶν̣ ματαιότης. οὐδὲν γὰρ ἐκ τ̣οῦ γέλωτος κερδήσουσιν· ὡσεὶ καὶ λέγοις τῷ κακῶς ζῶντι ὅτι· ματαίῳ σοι. ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσιν τὴν εὐ τονίαν τῆς καρδίας αὐτοῦ. 204 τὸ "περιφέρει" οὕτως· πολλάκις τις κακηγορεῖ τὸν σοφὸν καὶ εὑρίσκει πολλ̣οὺς ἑπομένους. καὶ εἰ μὴ πάνυ εὔτονος ἦν καὶ τέλειος, ἐνίοτε καὶ κλονε̣ῖται. τὴν μὲν σοφὴν ψυχὴν μὴ π̣εριενεχθεῖσα ἡ Σωσάννα ἐσυκοφαν τήθη ἐπὶ μοιχείᾳ. ἡ συκοφαντία δὲ οὐ π̣ρὸς ἑνὸς ἢ δευτέρου ψευδοκατηγό ρων ε᾿̣λέγε̣το· οἱ ἀ´̣ρ̣χοντες τοῦ λαοῦ καὶ κριταὶ τῶν τοιούτων ἐνκλημάτων ἦσαν οἱ κα̣τηγ̣ορ̣οῦντ̣ες. ὁ λαὸς πᾶς π̣ροσεῖχεν αὐτοῖς ὡς κριταῖς καὶ κυβερνῶσιν τὸν̣ λαόν. καὶ σχεδὸν οὐδὲ εἷς ἐνῆν ψευδοποιῶν τὴν διαβο λήν. ὁ´̣τε οὖν θεόσοφος οὖσα ἐσκόπησεν ὅτι ματαίως αὐτῇ τὰ τῆς ἀπολο γι´̣ας ἔστ̣αι-οὐχ εὑρήσει γὰρ τὸν ἀκούοντα-, κατέφυγεν πρὸς τὸν θεὸν καὶ τῷ μὲν προφορικῷ λόγῳ ἡσύχαζεν, τῇ δὲ διανοίᾳ ἐβόα· "ὁ θεὸς ὁ αἰ ώνιος ὁ τῶν κ̣ρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτ̣ι ψευδῆ μου καταμαρτυροῦσιν". οὐ περιήνεγκεν αὐτὴν ἡ συ κοφαντία οὐδ' εἰς ταλαιπ̣ωρίαν αὐτὴν κατέστησεν, ἀλλ' ἐβεβαίωσεν αὐτὴν ἐν τῇ σωφρ̣οσύνῃ. κ̣α̣ι`̣ ὁ Ἰωσὴφ ὁμοίως. καὶ ἐν τῷ καιρῷ μάλιστα τῶν διωγμῶν πολλοὶ ἐσυκ̣οφαντήθησαν καὶ οὐ περιηνέχθησαν. σοφὸν οὖν ὧδε οὐ τὸν τέλειον λέγει, ἀλλὰ τὸν ἀρχὴν ἔχοντα, τὸν νεο παγῆ. οὕτω δὲ ἐξειλήφαμεν καὶ τὸ "ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σέ". ὁ τέλειος σοφὸς οὐχ ὑπόκειταί τισιν ἐλέγχοις. ὅταν γὰρ λέγῃ· "σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος ὑψίστου", τοὺς τελείους ὧδε λέγει. πολλοὶ γοῦν ἔθυσαν μηδὲ προαίρεσιν ἔχοντες "ἀπολομέν̣η̣ς τῆς εὐτονίας τῆς καρδίας αὐτῶν". ἱκανὸς γὰρ ἔστιν πόνος