1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

20

τῆς τοῦ κόσμου ἀνακτήσεως· πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν.

ΜΑʹ. Ἐρώτησις. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμπουσι, διατί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπα οιδαῖς τισι παρασκευάζουσιν ἔνθα βούλονται χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισις. Τοῦτο ἐπειδὴ κατὰ τὰς γραφὰς ἀμάρτυρον. διὰ τοῦτο καὶ ἄπιστον· καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρω τήσας τὴν ἐρώτησιν, οὐκ ἀφ' ὧν ἐθεάσω γιγνομένων τὴν ἐρώ τησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν ἤκουσας.

ΜΒʹ. Ἐρώτησις. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει "ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν"; Ἀπόκρισις. Οὐκ εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀποθανεῖν. καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τῇ φύσει τόν τε Ἐνὼχ καὶ τὸν Ἠλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ "γῆ εἶ καὶ εἰς γῆς ἀπελεύσῃ" γενομένους ἀνωτέρω. ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν πεποιηκέναι τὸν θεὸν καὶ τὸν θάνατον 50 εἰσελθεῖν εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ· εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν, οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς τοῦτον εἰσήγαγεν, ἀλλὰ χωρὶς παρακοῆς· εἰ δὲ διὰ τῆς παρακοῆς ὁ θάνατος καὶ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν θάνατον.

ΜΓʹ. Ἐρώτησις. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; τὸ γὰρ προστεθὲν ὑπὸ τοῦ προορισθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται; Ἀπόκρισις. Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως. "ἐάν" φησίν "ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνθρωπον ἀποκτείνατε, τὴν δὲ νεάνιδα μὴ ἀποκτείνητε· ὃν γὰρ τρόπον ἐπεγείρεται ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ πατάσσων αὐτὸν (φονεύεται) ψυχή, οὕτως ἐγέ νετο τὸ πρᾶγμα τοῦτο· καὶ ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν". οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοί μησιν τῇ βεβιασμένῃ ἀναιρέσει, εἰ ἦν ὁ θάνατος τοῦ ἀνθρώπου ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαρά βατον· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὔτε τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκία προσετέθησαν οἱ χρόνοι τῆς ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πάθους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος. 51

Μ∆ʹ. Ἐρώτησις. Καὶ εἰ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ "οὔπω ἥκει ἡ ὥρα μου" καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ "οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ"; Ἀπόκρισις. Εἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, ἀλλ' ὅμως τῶν παρ' ἡμῖν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίγνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. κα λεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γιγνόμενον πρᾶγμα καιρὸν παρουσίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας· καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν "οὔπω ἥκει ἡ ὥρα μου". καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐρρέθη περὶ αὐτοῦ, ὅτι "οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ", οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια. εἰ γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρισμῷ τοῦ τόπου· "ἀνεχώρησε" γάρ, φησίν, "ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθελεν ἐν τῇ