21
Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι"· οὐ μὴν οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλληπτον.
52 ΜΕʹ. Ἐρώτησις. Εἰ καθώς φασί τινες ὁ κατακλυσμὸς ἐν παντὶ τῷ κόσμῳ οὐ γέγονεν, ἀλλ' ἔνθα οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι "ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων ιδʹ πήχεις"; Ἀπόκρισις. Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς γεγένηται, τῶν λοιπῶν τόπων τῆς γῆς.
Μςʹ. Ἐρώτησις. Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργὸς εἷς ἐστιν, ὁ θεός, διατί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; καὶ πάλιν, διατί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν ἐν τοῖς ἀκαθάρτοις τέτακται; καὶ τὸ ἔμπαλιν, τὸ ὁπλὴν μὲν διχηλοῦν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖρος, ἐν τοῖς καθαροῖς οὐ λελόγισται, καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; καὶ τὰ πετεινὰ δὲ διατί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόντων καὶ πραττόντων; Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῷα καὶ καλὰ ἐξ ἀρχῆς ὑπὸ τοῦ θεοῦ γεγονότα, κατὰ τὸ εἰρημένον "καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν" καὶ τῆς θείας τετυχηκότα εὐλογίας, λεγούσης "αὐξάνεσθε καὶ πληθύνεσθε". ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δου λείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πε τεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνό μασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε. καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα 53 λέγονται, καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νό μον. ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῷα πλὴν χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζῴων τὰ μὲν καθαρὰ τὰ δὲ ἀκάθαρτα ὠνόμασεν, καὶ τὰ μὲν καθαρὰ ἐπέτρεψεν αὐτοῖς θύειν καὶ ἐσθίειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι' ἑκατέρου δει κνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τὸ θύεσθαι καὶ ἐσθίεσθαι αὐτὰ καὶ διὰ τὸ καλεῖσθαι αὐτὰ ἀκάθαρτα.
ΜΖʹ. Ἐρώτησις. Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων τε καὶ καθαρῶν τοῖς ἐν τῇ παλαιᾷ νόμοις ἡ διάταξις ἡ νομικὴ διηγό ρευσε, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀποχὴν ἀκαθάρτων γινώσκουσιν, οὐδενὸς αὐτοῖς νόμου ταύτην τὴν διαφο ρὰν ἐκδιδάξαντος; ἀλλ' εἰ μὲν τοῦτο ποιοῦσι κατὰ τὴν τοῦ νόμου παράδοσιν, ἐχρῆν αὐτοὺς πάντων μεταλαμβάνειν καὶ ἀπέχεσθαι ὧν ὁ νόμος ἐκήρυξε. πῶς οὖν πάντων κατὰ νόμον οὐκ ἐσθίουσιν, [οἷον] καμηλοπαρδάλεως; εἰ δὲ μὴ τῷ νόμῳ δεδούλωνται, πῶς πάλιν τῶν ὑπ' αὐτοῦ ἀπαγορευθέντων ἀπέχονται, οἷον ἵππου ἢ καμήλου ἢ μυὸς ἤ τινος τῶν λοιπῶν ἀκαθάρτων; νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ πα ράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι; Ἀπόκρισις. Ἐν τῇ νέᾳ διαθήκῃ οὐδὲν τῶν εἰσερχομένων εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ἀπέχονται δὲ ὧν οὐ μετα λαμβάνουσιν, οὐ κατὰ διαγόρευσιν τοῦ νόμου, ἀλλὰ κατὰ [τὸ] δυσάρε στον τῆς τῶν οὐ μεταλαμβανόντων ἑκουσίου συνειδήσεως. τινὲς δὲ διὰ τὴν κατόρθωσιν τῆς ἐγκρατείας, κατὰ τὴν οἰκείαν ἀρέ 54 σκειαν κοινῶς ἀπέχονται καθαρῶν τε καὶ ἀκαθάρτων, καίτοι εἰ δότες "ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχα ριστίας λαμβανόμενον". ἀλλ' ὅμως τὴν ἐπὶ τῇ κατορθώσει τῆς ἐγκρατείας εὐχαριστίαν μείζονα τῆς ἐπὶ τῇ μεταλήψει βρωμάτων εὐχαριστίας τίθενται. διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν * νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ