22
πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρη μένον τρόπον.
ΜΗʹ. Ἐρώτησις. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσιν-ἡ γὰρ τοῦ "πάντα" φωνὴ πε ριληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθέστηκεν-, εἶτα θῦσαι καὶ φαγεῖν ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευόμενος παρῃ τήσατο, "μηδαμῶς κύριε" λέγων, "ὅτι οὐδέποτε κοινὸν ἢ ἀκά θαρτον ἔφαγον", πῶς διὰ τῶν αὐτῶν ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύσας τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τὸν * τὴν βρῶσιν αὐτῶν * τὴν ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύσασθαι; Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ "πάντα" φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ [τῷ] "πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς" λέγεσθαι καὶ τὰ ἀκάθαρτα. τὸ δὲ "οὐδαμῶς κύριε, ὅτι οὐ δέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον" πρὸς τὴν θέαν πάντων τῶν ἐπὶ τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὔ τινων. τὸ οὖν σκεῦος, ἐν ᾧ ἦν "πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα τῆς γῆς", 55 κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ "ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινά τε καὶ τετράποδα τῆς γῆς". καὶ ὥσπερ ὅταν λέγῃ ἡ γραφή, ὅτι "παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν", ἡ τοῦ "παντὸς" φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον-ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή-, οὕτως οὐδὲ ἡ τοῦ "πάντα" φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνον, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ πρόσληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ἐκαθάρισεν ὁ θεὸς τὰς καρδίας.
ΜΘʹ. Ἐρώτησις. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελῆσθαι καὶ περὶ τῆς κατα στροφῆς τῆς Νινευὴ ὅτι μετενόησεν; Ἀπόκρισις. Ὁ δεσπότης Χριστὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι· προνοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ' αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα. διὸ καὶ πρὸς τὸ συγγινώ σκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. συγγινώσκει ἄρα τρεπτῶς τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορ θώτως ἔχουσι πρὸς τὰ κακά, ἀτρέπτως οὐ συγγινώσκει. τὸ οὖν "μετα μεμέλημαι" τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει, τὸ μὴ κατὰ τὸ συγγινώ σκειν· ἄτρεπτος γάρ ἐστιν ὁ θεός. τὸ δὲ "μετενόησεν ὁ κύριος" τὸ αὐτὸ δηλοῖ, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γὰρ ἔστιν ὁ θεὸς καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν διαμένει· τροπὴν γὰρ εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέχεταί ποτε.
56 Νʹ. Ἐρώτησις. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὔτε ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον; εἰ δὲ παρὰ τὸν νόμον ἦν, πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται; Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος, διὸ καὶ ὑπὲρ τὸν νόμον ἦν· οὐδὲ γὰρ ἐνε δέχετο τοὺς κατὰ νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν, μὴ ὄντι ὑπὲρ τὸν νόμον.
ΝΑʹ. Ἐρώτησις. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ὅτι αὐτός ἐστιν ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν, τοῦτο γάρ τινες εἰρήκασι, διατί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ κατὰ πεῦσιν δι' αὐτῶν τῷ Χριστῷ προσήγα γεν; εἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν λεγομένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη, καὶ γὰρ τοῦτο