1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

23

εἰρήκασιν ἕτεροι, διατί. ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐπηρώτα; τὸ γὰρ "σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδο κῶμεν", ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι· πεπεισμένος γὰρ τοῦτο, οὐκ ἂν ἐπηρώτησε "σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερός τις παρ' ἐκεῖνον"; Ἀπόκρισις. Ὅτι μὲν οὐκ ἠγνόει ὁ Ἰωάννης, ὅτι ἐλήλυθενἤδη ὁ Χριστός, παντί που δῆλόν ἐστιν· ἐπειδὴ δὲ διάφοροι φῆμαι 57 περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λε γόντων Ἠλίας εἶναι ὁ ταῦτα πεποιηκώς, τῶν δὲ Ἱερεμίας. τῶν δὲ ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις, ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπόν, ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ δι' αὐτῶν καὶ τὸν Ἰωάννην, ὡς αὐτὸς εἴη πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς.

ΝΒʹ. Ἐρώτησις. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χρι στὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς ἑαυτὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ "οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν"; Ἀπόκρισις. Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται· τέλος δὲ τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, "ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν". οὐ χρὴ οὖν τὰ τοῦ τέλους πρὸ τοῦ τέλους ἀπαιτεῖν. ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ δοῦναι τῷ υἱῷ τὴν ἐξουσίαν τε καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις.

ΝΙʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς δαιμονιῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; εἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυ νάμει ἀπ' αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν; 58 Ἀπόκρισις. Ἀδύνατον τὸν [δαίμονα] τοῖς δαιμονιῶσι ποιῆσαι τῇ ἀπουσίᾳ ἅπερ ποιεῖ τῇ παρουσίᾳ· οὐ γὰρ βουλήσει μόνον ἐνεργοῦ σιν [οἱ δαίμονες], ἀλλὰ καὶ παρουσίᾳ. διὸ μὴ παρόντος τοῦ δαίμονος, οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρεστιν. ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύνα μις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ θεραπευομένῳ.

Ν∆ʹ. Ἐρώτησις. Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονιώντων τὰ σώματα, ὥστε δεσμὰ καὶ ἁλύσεις συντρίβειν; "ἐδεσμεῖτο γάρ", φησίν, "ἁλύσεσι καὶ πέδαις καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον". Ἀπόκρισις. Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύ ναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ' αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα.

ΝΕʹ. Ἐρώτησις. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διατί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέ σχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; πόθεν οὖν αὐτοῖς δύναμις εἰς τὴν ἑκατέρου ἐνέργειαν; Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προσάπτειν ἑαυτοῖς, ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα, οὕτω καὶ τὰ ἔργα. ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνη 59 κόων, δείκνυται ἐκ τῆς καταλύσεως, ἣν ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ· φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος, πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως, ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρω πίνῃ δυνάμει ἐχρήσατο, σῴζειν ἐν αὐτῇ μάτην προσδοκήσας καὶ ἑαυτὸν καὶ