1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

24

αὐτὸν τοιοῦτον, ὡς "παραδίδω σίν̣ τινα εἰς ἀδόκι̣μον νοῦν", οὐκ αὐτ̣ὸς ἐνεργῶν. τὸ παραδοθῆναι αὐτοὺς ἐν τ̣ῷ ἀδοκίμῳ ὄντα̣ς̣ ἀποδείκνυσιν κ̣αὶ α̣ὐτο̣υ`̣ς παρ' ἑαυτοὺς τοιού τους γεγε̣νημένους. ὅταν οὖν ὁ θεὸς διαστρέφειν λέγηταί τινα, ἀπο δείκνυσιν διεστραμμένον τ̣ο´̣τε̣. ὃν ο῾̣ θεὸς οὖν α᾿̣ποδοκίμασεν κ̣αι`̣ ἀπ̣έδειξεν διαστραφέντα, "τι´̣ς δ̣υ´̣ν̣α̣ται ἐπικοσμῆσαι;" "τοὺς δὲ ἐκκλίνοντας", φησίν, "εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐρ γαζομένων τὴν ἀνομίαν". μὴ γὰρ αὐτὸς αὐτοὺς μὴ βουλομένους ἀπάγει μετὰ τῶν τὴν ἀνομίαν ἐργαζομένων, ἀλλ' ἐκκλίνοντας π̣ροαιρέσει τῇ αὐτῶν ἀπέ δειξεν αὐτοὺς τοιούτους ὄντας. ἐν ἡμέρᾳ ἀγαθοσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας, ἰδέ, καί γε τοῦτο συμφώνως τούτῳ. "ἐν τῇ ἡμέρᾳ τῆς ἀγαθοσύνης". ἀγαθοσύνης ἡμέρα ἐστίν, ὅταν ἀρετὴ προσῇ. ζωῆς δὲ αὕτη περιποιητική ἐστιν. οὕτω οὖν ἔχε τὸ ζῆν ὡς ἀγαθός, ὡς ζωῆς μετέχων· μακαρίζῃ ἐν μακαρίοις. ἴσθι τὴν ζῳοποιητικὴν ἔχων διάθεσιν. ζῶν ἔσο ἐν αὐτῇ. ἐπερ· "ἐν ἡμέρᾳ ἀγαθοσύνης"; τὴν κατάστασιν τοῦ ἔχοντος. πολλάκις γὰρ καὶ αἱ καταστάσεις σημαίνον ται ὀνόματι καιρῶν καὶ χρόνων. ἐν ἡμέρᾳ κακίας. 213 ὡς ἔστιν ἀπὸ τῆς "ἡμέρας τῆς ἀγαθοσύνης" ὡς ἐν ἀγαθῷ, οὕτως ἐν ἡμε´̣ρᾳ τῆς κακίας ἐστὶν ζῆν φαύλως. ἀλλ' ἐσιώπησεν τὸ φαυ´̣λως, ἵνα μὴ λίαν ἀναγκαστικὸς ᾖν ὁ λόγος. σύνφωνον τοῦτο ἐκείνῳ ἐστίν, ὡς ἀπο`̣ τ̣η῀̣ς φ̣ρονήσεως τὸ φρονεῖν καὶ ἀπὸ τῆς ἀφροσύνης τὸ ἀφραίνειν ἀναλογίαν, οὐ τὴν ὁμοιότητα ἔχουσιν. συμφωνεῖ γοῦν τοῦτο ἐκείνῳ κατὰ ἀναλογίαν, οὐ κατὰ ποιότητα ἢ ποσότητα οὐδὲ τῶν παρεπομένων. ἐποίησεν ο῾̣ θεὸς περὶ λαλίας, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπί σω αὐτου῀̣ μηδέν. τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότη τός μου. ἐποίησεν ὁ θεὸς τοιοῦτον λόγον ἐν τοῖς οὖσιν, ἵνα ὁ ἄνθρωπος μὴ εὕ ρῃ μηδὲν τῶν μετ' αὐτὸν ἐσομένων. ὧδε π̣ρόγνωσιν ἀναιρεῖ ἀνθρωπίνην· οὐκ εὑρίσκε̣ι ὁ ἄνθρωπος οὐδὲν τῶν διαδεξομένων αὐτόν. πε̣ρ̣ι`̣ τ̣ῶν ἀν θρωπίνων δὲ λέγει. ὅτι γὰρ οἶδεν ὁ σπουδαῖος, ὅτι διαδέξεται αὐτὸν κατάστασις μακαρία, παντί που σαφές. εἰ μή, ἐὰν ἡ τοῦ ἀνθρώπου προσηγορία παρακειμένη ἄλλην ὑποβάλῃ διά νοιαν, ἄνθρωπον δὲ μ̣ὴ τὸ θνητὸν λογικὸν ζῷο̣ν λέγῃ, ἀλλὰ τὸν "κατὰ σάρκα" καὶ ἡδονὰς "περιπατοῦντα", ὁ τοιοῦτος ἄνθρωπος, ᾗ τοιοῦτός ἐστιν, οὐδὲν διαγνώσεται τῶν διαδεξομένων̣ αὐτόν, ἅτε δ̣ὴ αἰσθήσει μόνῃ ζῶν. ἡ γα`̣ρ αἴσθησις τὰ παρόντα καταγ̣ιγνώσκει. ἐπ̣εὶ ὁ τοιοῦτος ὅλος τῆς αἰσθήσεώς ἐστιν, "κατὰ σάρκα" καὶ ἡδονὰς καὶ τὰς ἄλλας κακίας περιπατῶν, τὰ "ὀπίσω", τὰ διαδεξόμενα, οὐκ οἶδεν. νοῦ γὰρ ἔστιν τοῦτο εἰδέναι. ἐν ταῖς ἡμέραις μου οὖν τῆς ματαιότητος τὰ πάντα εἶδον. ἡμέρας δὲ ματαιότητος λέγει τὰς ἡμέρας τῆς ζωῆς ταύτης, ἐφ' ᾗ οὐ δεῖ αὐτὸν ἐλπίζειν. ἐλεεινοὺς γὰρ κατασκευάζει τοὺς προσδοκοῦντας. ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ· καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. ἔστιν ἁπλῶς δίκαιον καὶ ἔστιν τινὸς δίκαιον. ὅταν οὖν ὁ θεῖος προσ τάττῃ λόγος "δικαίως τὸ δίκαιον διώκειν", οὐχ ἑκάστῳ λέγει ὅτι "δι καίως τὸ δίκαιόν σου δίωκε", ἀλλὰ τὸ ἁπλῶς καὶ κυρίως δίκαιον. ἐπειδὴ δὲ πᾶς ἄνθρωπος φαίνεται ἑαυτῷ δίκαιος καὶ "εἰσὶν δοκοῦσαι ἀνθρώπῳ ὀρθαὶ ὁδοὶ εἶναι, τὰ τελευταῖα βλέποντα εἰς πυθμένα ᾅδου", οὐκ ἐν 214 ἐκείνῳ τῷ δικαίῳ δεῖ ἐνμένειν. ἀπόλλυσιν γὰρ τοῦτον τὸν ἔχοντα, φθεί ρει τὸν ἔχοντα. ἔστιν οὖν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ ἑαυτοῦ. οἱ δ̣ὲ κατ' α᾿̣λήθειαν δίκαιοι, περὶ ὧν πολλὰ γέγραπται, οἷον· "δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά", οὗτοι οὐκ ἐν δικαίῳ ἑαυτῶν ἐνμένου σιν, οὐ θαρροῦσιν τῷ ἑαυτῶν̣ δικ̣αίῳ. διὸ οὐκ ἀπόλλυται ἐν τῇ δικαι οσύνῃ, ὡς λέγει ὁ ὑμνῳδός· "ἐν τῇ δικαιοσύνῃ σου ζήσομαι". Παῦλος γοῦν, μέγας ἄνθρωπος ὑπάρχων καὶ ἐν Χριστῷ τυγχάνων, ᾧ και`̣ η῾̣ ἀποκάλυ ψις τη῀̣ς̣ ἀληθείας γέγονεν, λέγει· "οὐδὲν ἐμαυτῷ συνοῖδα, ἀλλ' οὐκ ἐν τούτ̣ῳ δεδικαίωμαι". ἐνχωρεῖ γάρ με μὴ τὸ ἀληθῶς δίκαιον ἔχειν καὶ μὴ διὰ τοῦτο, ὅτι̣ μηδὲν ἐμαυτῷ σύνοιδα τῶν βλαπτόντων, δεδικαιῶσθαι. καὶ π̣άλιν ὁ ἁ´̣γιος ∆αυῒδ λέγει· "εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσα´̣τ̣ω κ̣ύριος".