1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

24

τοὺς θεοὺς αὑτοῦ ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέ γιστος ἔλεγχος τῆς τῶν δαιμόνων καταλύσεως καὶ ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν. τιμωρητικὰ τῶν ἐναντίων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. ἔτι δέ, εἰ πᾶσα θε ραπεία ζώντων ἐστὶ καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ "θεραπευθέντων δὲ τῶν δαιμόνων ἀνέσχον τὰς τιμω ρίας", τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας, οὕτω καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθή τως ἐχόντων;

Νςʹ. Ἐρώτησις. Εἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι "δύο δύο" καὶ "ἑπτὰ ἑπτὰ" ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν εἰσηνέχθη; τινὲς γὰρ εἰρήκασι τοῦτο, τινὲς δὲ ὅτι δύο καὶ ἑπτὰ μόνον. τίς οὖν ἐκ τῶν δύο ἀληθέστερον εἶπεν; Ἀπόκρισις. Ἀληθέστερον εἶπεν ὁ εἰπὼν δʹ καὶ ιδʹ τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὸ γὰρ "δύο δύο" εἶπεν ἀντὶ τοῦ δύο ἄρ ρενα καὶ δύο θήλεα, καὶ "ἑπτὰ ἑπτὰ" ἀντὶ τοῦ ἑπτὰ ἄρρενα καὶ ἑπτὰ θήλεα, καθαρὰ μὲν τὰ ἑπτὰ ἑπτά, ἀκάθαρτα δὲ τὰ δύο δύο.

ΝΖʹ. Ἐρώτησις. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζῴων ὀπτασίαν 60 Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσατο, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκαλύπτετο, ἢ θατέρῳ ἐδείκνυτο θάτερον; τί δὲ καὶ ἐδήλου τὸ δεικνύμενον; Ἀπόκρισις. ∆ιὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὑτοῦ σαρκὸς καθαρισμὸν ποιοῦντα ἁμαρτίας εὐσεβῶν ἀνθρώπων τῶν ἐν πάσῃ τῇ γῇ δοξαζόντων τὴν ἁγίαν καὶ ὁμούσιον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δω ρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν, λαβόντες τῆς τῶν οὐρανίων τε καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα· ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκαθάρτοις αὐτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκός, καθαριζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἁμαρτίας. διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχο δονόσορ βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ἔχοντα τῶν ἐν τῇ αἰχμα λωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν· ἐθεάσατο γὰρ ὁ προφή της τὰ τετραπρόσωπα ζῷα, ὁμοίωμα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ. λέγει δὲ καὶ ὁ προφήτης ∆ανιὴλ περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ηὐξήθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἐκ ταύ της δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας. ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραηλίτας ὁ θεὸς καὶ 61 παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὑτοῦ δυναστείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνημέρου ζῴου τὴν σύζευξιν καὶ βαρυσώ μου καὶ πετεινοῦ τὴν σύμπτησιν· ἥμερον γὰρ ζῷον ὁ ἄνθρωπος, ἀνή μερον δὲ ὁ λέων καὶ βαρύσωμον μὲν ζῷον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῷον ὁ ἀετός. ἐν ἐκείνοις μὲν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ [τὴν] τῆς βα ρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπόζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχόν, ἐν τῷ τροχῷ μηνύων τὴν τῶν Ἰουδαίων ἀναγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἐπαναγωγὴν εἰς τὰ ἴδια.

ΝΗʹ. Ἐρώτησις. ∆ιατί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος χρησμὸς τῷ τοῦ "υἱὲ ἀνθρώπου" προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα, ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου βίβλος διδάσκει, σαφήνισον. Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου