1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

25

σημεῖον τοῦ ἔχειν ἢ μὴ ἔχειν ἀδικίαν τὸ εἰσ ακουσθῆναι ὑπὸ θεοῦ ἢ μὴ εἰσακουσθῆναι ἔλαβεν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν κατὰ δευτέραν ἐξήγησιν τοῦτο· ἔστιν ἀπολέ σθα̣ι τινὰ τῷ ἑαυτῷ δικαίῳ· ἐν τῷ ἑαυτοῦ δικαίῳ δοκῶν τις δικαιοῦσ θαι, ἐὰν̣ ····· ···· γ̣νῷ, ὅτι οὐκ αὐτό ἐστιν τὸ ἀληθὲς καὶ κύριον δί καιον, ἀποσπᾷ ἑαυτὸν ἀπὸ τούτου καὶ ἀπόλλυται ἐκ τοῦ ἑαυτοῦ δικαίου. η῾̣ δὲ ἀπωλεία αὕτη ου᾿̣ διαφθείρ̣ει. ὥσπερ γὰρ τὸν μεταπέσοντα ἀπὸ ἀρε τῆς λέγομεν α᾿̣πολωλένα̣ι̣ τῇ ἀρετῇ, οὕτω τὸν μεταβάντα ἀπ̣ὸ τ̣ἧς εἶχεν π̣ρ̣ο´̣τερον ὑπολήμψε̣ως λέγομεν ἀπολωλέναι ἀπ' ἐκείνης τῆς ὑπολήμψεως. ἔστιν δὲ ἀσεβὴς ἐνμένων ἐν τῇ κακίᾳ ἑαυτοῦ. ζῶν ἐν τῇ κακίᾳ οὐ καταγιγνώσκων τῆς κακίας αὐτοῦ καίπερ τοῦ δοκοῦν τος δικαίου κατεγνωκότος τοῦ δικαίου ἀνθρώπου πρότερον ἢ ἐδικαιοῦτο. ἐπερ· ὁ αὐτὸς οὖν νοῦς; ἐκεῖνος καίπερ ἐν δικαίῳ ὤν, ἐλάττονι δὲ τοῦ ἀληθῶς δικαίου, ἀπόλλυ σιν ἑαυτὸν ἀπ' ἐκείνου, ἵνα τὸ ἀληθῶς δίκαιον σχῇ. οἷον ἐχέτω τις ἐσ φαλμένην ὑπόλημψιν ἢ ἐχέτω τις ὑπόλημψιν οὐκ ἐσφαλμένην, οὐ σὺν λόγῳ δέ, οὐ σὺν ἀκριβείᾳ. ἐὰν τὴν ἀκριβείαν γνῷ, ἀπόλλυσιν ἑαυτόν, ἵνα ἐκείνης τῆς προθέσεως τῷ κρείττονι ἐπιτυχῇ. ἐπερ· πῶς λέγει τὴν διαστροφήν; τὸ ἀποδεῖξαι αὐτὸν τοιοῦτον τὸν διεστραμμένον· οἷον πολλοὶ ἐντυγχά νουσιν ταῖς γραφαῖς καὶ νοοῦσιν αὐτὰς ὡς οὐ δεῖ. καὶ οὐκ ἄλλος αὐτοὺς δι 215 έστρεψεν ἢ ἡ αὐτῶν ῥαθυμία. ὅταν τις οὖν ἀποδείξῃ τὸν τοιοῦτον, ὅτι "μὴ πρόσεχε αὐτῷ· ἐσφαλμένως λε´̣γ̣ε̣ι̣, ἃ λέγει", ἐ´̣δ̣ειcε̣ν αὐτὸν διεστραμμέ νον, ἀπέδειξεν αὐτὸν τοιοῦτον. μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου πε̣ρ̣ισσ̣ά, μ̣ήπο τε̣ ἐκπλαγῇς. μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. κα ὶ πολλάκις ἐλέχθη ἡμῖν, ὡς μεσότητές εἰσιν αἱ ἀρετ̣αί, αἱ τ̣ού των δὲ ὑπερβολαὶ καὶ ἐνλείψεις κακίαι εἰσίν. ἐλέγομεν ὅτι ἡ φρόν̣ησις γέγονε̣ν μέσον τῆς πανουργίας καὶ κακουργίας τῆς ἀφροσ̣υ´̣ν̣ης. καὶ υ῾̣π̣ε̣ρ β̣ολὴ μέν ε᾿̣στιν φρονήσεως ἡ πανουργία. ἐπαινεῖται δὲ ἐν τῇ γραφῇ ἡ π̣α̣νουργία, παρ' Ἕλλησιν δὲ ψέγεται. πανουργίαν δὲ ψεγομένην κ̣αὶ ἡ γραφὴ λε´̣γ̣ει ῥᾳδιουργίαν· "ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργί ας, υἱὲ διαβόλου". ὡς ἐπὶ π̣λ̣εῖστον δε`̣ καὶ ἡ καινὴ διαθήκη ψέγει τὴν πανουργίαν· "φοβοῦμαι γὰρ μήπως, ὡς ὁ ὄφις ἐcηπάτησεν Εὔαν ἐν τῇ παν ουργίᾳ αὐτοῦ···", καὶ ἔτι· "ἀλλὰ ὑπάρχων πανοῦργ̣ος δόλῳ ὑμᾶς ἔλαβον". καὶ ἔτι περὶ τῶν αἱρετικῶν λέγει ὅτι "περιπατοῦσιν ἐν πανου̣ργίᾳ δο λοῦντες τὸν λόγον τοῦ κυρίου". ἔνλειψις δὲ τῆς φρονήσεως ἡ ἀφ̣ρ̣οσ̣υ´̣ν̣η ε᾿̣σ̣τίν. καὶ περὶ πασῶν τῶν ἀρετῶν πολλάκις ἡμῖν τοῦτο τεθεώρηται. λέ γομεν οὖν τὴν δεισιδαιμονίαν ὑπερβάλλειν τὴν εὐσέβειαν, ἐνδεὲς δὲ αὐ τῆς τὸν ἀσεβήν. καὶ ὧδε οὖν τοῦτο βούλεται λέγειν· μὴ πολὺ δίκαιος ἔσο· μὴ ἔξω τῆς δι κ̣αιοσ̣ύν̣η̣ς ἴθι· κατ' ἀξίαν νέμειν ζήτει, τῆς ἰσότητος ἐπιμέλου. μὴ πολὺ δίκαιος γίνου· πολλοὶ γοῦν εἰώθασιν λέγειν· μὴ ἀκριβοδίκαιος ἔσο, μὴ πλέον τι τοῦ δικαίου ζήτει. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν αὐτό, ἵνα μάλιστα κατὰ τὸ βούλημα τοῦ χρι στιανισμοῦ αὐτὸ ἐκδεχθῇ. ἐὰν προκέοιτο ἀδικηθῆναι ἢ ἀδικῆσαι, μὴ πολὺς ἔσο δίκαιος ἐκδιδῶν τὸ δίκαιον, ἐπεὶ οὐκ ἀδικῇ. θέλησον ἀδικηθῆναι μᾶλλον ἢ ἀδικῆσαι. μὴ πολὺς γοῦν γίνου δίκαιος πρὸς τὸ μὴ ἀδικηθῆναι, ἀλλ' ἐπίδος ἑαυτὸν μᾶλλον. οὕτω γὰρ οὐδὲ σὺ ἀδικήσῃς οὐδὲ ἐκεῖνος, πρὸς ὃν ἔχεις. καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. τῷ αὐτῷ λέγομεν· πέρα τοῦ δέοντος μὴ σοφίζου, μὴ ἔξω τοῦ ἐφειμένου τοῖς ἀνθρώποις γίνου. οἷοί εἰσιν οἱ λέγοντες, ὅτι οὕτως ἴσμεν τὸν θεὸν ὡς αὐ τὸς ἑαυτὸν ἐπίσταται. οὗτοι περισσὰ σοφίζονται. διὸ καὶ ἐκπλήττονται, ἔξω φρενῶν γίνονται, ἔξω θεωρίας λογικῆς εὑρίσκονται. μὴ σοφίζου περισσά.

216 δύναται δὲ καὶ τοῦτο λεχθῆναι πάλιν ἑπομένως τῇ λογικῇ θ̣εωρίᾳ, ὅτι ἔστιν ποτὲ διαλεγόμενον ὑπὲρ τοῦ μὴ λυθῆναι τὴν συνουσίαν, ἕως ἔλθω μεν εἰς ὀρθὸν κα····· ··ς ἔνδοξον καὶ αὐτῷ διαλεχθῆναι. ἐὰν δέ τις ἐν τῷ σοφίζεσθαι δόξῃ ἐπιτυγχα´̣νειν, οὐκ ὀφείλει καταμένειν τῷ σοφίζεσθαι. "μὴ σοφίζου περισσά", μὴ ἐκγίνου τοῦ σοφὸς εἶναι καὶ ἐκπλαγῇς. μὴ ἀσεβήσῃς πολύ, μὴ γίνου σκληρός.