25
Ἰεζεκιὴλκατ' ὀπτασίαν προζωγραφεῖσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλ λουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημένον "ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζήσονται". διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοὺ ἀνθρώπου ὀνόματι· καὶ καθάπερ Ἰησοῦς τοῦ Ναυὴ μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάττειν τὴν στάσιν λαμβάνει τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ ὑπὸ τῆς κτίσεως (διὰ) τὴν ὑπακοὴν τοῦ προ 62 στάγματος τιμώμενον, οὕτω καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος, ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. δείκνυσιν οὖν τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προηγουμένως μὲν μη νύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πανδημικὴν ἀνάστασιν τῶν νεκρῶν, ἔπειτα δὲ πρὸς τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν, ἀπογνόντων ἑαυτοὺς τοῦ δύνασθαι ἔτι ἐλευθεροῦσθαι τῆς τῶν βαβυλωνίων δουλείας· καθάπερ γὰρ νεκρὰ σώματα ἐν τοῖς μνη μείοις κείμενα ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλο γίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· "καὶ ἐλάλησε κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν· ἀπώ λετο ἡ ἐλπὶς ἡμῶν" καὶ τὰ ἑξῆς.
ΝΘʹ. Ἐρώτησις. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τού των ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλονται; εἰ δὲ φαῦλα τυγχάνει, διατί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχάνοντος Ἀπόκρισις. Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκά τερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν ἐστιν ἐπαινετόν. ἐναντίως δὲ γινόμενον, ἀμφότερά ἐστι ψεκτά. ὅτι δὲ οὐδὲν φαῦλον κατ' οὐσίαν συμπαρέζευκται τῇ ἡμε τέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δημιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα "καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν". παρατρεψάντων δὲ ἡμῶν ἑκουσίως τὰ καλά, τὰ φαῦλα ὑφίσταται· οὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ βίῳ, τῶν ἐν αὐτῷ 63 καλῶν ἀτρέπτων μενόντων, ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμε τέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ ἐστὶ φαῦλα καὶ οὐ φύ σει, προαιρετὸν δὲ καὶ τὸ χρῆσθαι καὶ τὸ μὴ κεχρῆσθαι ἢ κα λῶς ἢ φαύλως.
Ξʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις. διατί Μωυσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατηγορῶν τοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πό λιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ "Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν". οὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβόλησεν, ἀλλ' οἱ πολῖται.
ΞΑʹ. Ἐρώτησις. ∆ιατί ὁ κύριος ἔλεγε, πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερσιν "μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πα τέρα"; εἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτε σθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέ τρεπε τοῦτο; εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολ λοῖς ἐπιτρέπειν, ἀπηγόρευσε πρὸ μικροῦ ἐπὶ ταύτης; Ἀπόκρισις. Τὸ "μή μου ἅπτου" εἴρηται πρὸς τὴν Μα ρίαν ὑπὸ τοῦ σωτῆρος, κατὰ τὴν ἔννοιαν τοῦ "μή μοι ἀκολούθει, ὥστε διὰ παντὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν"· ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας καὶ παρουσίας. διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἐν αἷς διέ τριβεν ἐπὶ