1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

26

εἴπομεν, ὅτι ἔστιν τι γνωστὸν τοῦ θεοῦ, ᾧπερ ἐὰν ἐπῶμεν, ἀσεβοῦμεν. ἐκεῖνο δέ, ὃ ἐφανέρωσεν ἡμῖν ὁ θεός, ἐὰν γιγνώσκωμεν καὶ θέλωμ̣εν ἔχειν, οὐ βλαπτόμεθα. ἐὰν δὲ κἀκεῖνα τὰ μὴ ἐφικτὰ ἡμῖν θέλωμεν νοεῖν, ἐκπλητ τόμεθα καὶ ἀσεβοῦμεν πολύ. δυνατὸν δὲ καὶ τοῦτο λέγε̣ιν· εἴ ποτέ τι τῶν ἄλλων δυσχερὲς ἡμῖν καὶ δυςεύρετον φαίνεται̣, περὶ τούτου δὲ ἐπιχειρήσεις, οὐ βλάπτει· ἐπιχει ρητέον εἰς ἑκάτερα. ὅταν δὲ πε̣ρὶ θεοῦ ᾖν ὁ λόγος καὶ εἰς ἐκεῖνα χωρῇ ὁ θέλων εἰδέναι περὶ θεοῦ, ἃ μὴ δύναται, ἀσεβ̣εῖ πολὺ πέρα τοῦ δέοντος χωρῶν. οἷον πλῆθός εἰσιν οἱ ἄστερες. πᾶν δὲ πλῆθος ἢ περιττὸν ἢ ἄρτιόν ἐστιν. καὶ τὸ μὲν ἄρτιον εἰς δύο διαιρεῖται, τὸ δὲ περιττὸν ἔχει πλεο νάζον τὸ ἕτερον μέρος ἑνί. ἐὰν θέλωμεν περὶ τῶν ἀστέρων ἐπιχειρεῖν καὶ λέγειν, πρότερον περιττοὶ ἢ ἄρτιοι, οὐκ ἀσεβοῦμεν πολύ. ἔδει μὲν μὴ ἐπιχειρεῖν, περὶ ὧν οὐκ ἴσμεν. ὅμως οὐκ ἀσεβοῦμεν πολύ. ποιοῦμεν γὰρ τοῦτο, ὅτι ὁ οὐρανὸς κυκλοειδής ἐστιν καὶ εἰς δύο ἴσα τέμνεται ἡμισφαί ρια διαμέτρου ἀχθείσης εὐθείας. καὶ ἐπεὶ πάντοθεν ὁ οὐρανὸς ἠστέρωται, λέξει τις ὅτι ἴσων ὄντων τῶν ἡμικυκλίων ἐν ἑκάστῳ ἡμικυκλίῳ τοσοῦτοί εἰ σιν, ὅσοι καὶ ἐν τῷ λοιπῷ. καὶ κατασκευάζομεν ἐκ τούτου ἀρτίους αὐτοὺς εἶναι. καὶ οὐκ ἀσεβοῦμεν, κἄν τε οὕτως ἔχῃ κἂν μὴ ἔχῃ. γυμνασίας ἕνεκα ἡ ἐπιχείρησις γέγονεν. πάλιν ἐπειδὴ οἱ περὶ ἀριθμῶν πραγματευσάμενοι λέγουσιν τὸν περιττὸν ἰσχυρότερον εἶναι -δραστήριος γάρ ἐστιν- , ὁ δὲ ἄρτιος ὑλικώτερος- ὕλῃ γὰρ ἀνάκειται· ἡ δὲ ὕλη διαιρετή ἐστιν· πρώτη γὰρ διαίρεσις ἐν ἀρ 217 τίῳ γίνεται· διὰ τοῦτο καὶ δυάδα λέγουσιν εἶναι τὴν ὕλην- ἐλέγομεν ὅτι ἔδει τοὺς κρείττονας τω῀̣ν ἀ´̣λλ̣ων ὁρατῶν τῷ κρείττ̣ονι α᾿̣ρ̣ι̣θ̣μ̣ῷ ὑπο βεβλῆσθαι καὶ κατασκευάζομεν ἐκ τούτου π̣ε̣ρισσοὺς αὐτοὺς εἶναι. οὐδὲ ἑκατέρως ἀσεβοῦμεν. εἰ μέντοι λέγοι τις, ὅτι ζητήσομεν πότερον ὁ θεὸς ἄναρχος ἢ οὐκ ἄναρχος, τὸ ἕτερον τοῦ ἐπιχειρήματος πολλὴν ἀσέβεια̣ν φέ ρει. ἀμέλει γοῦν καὶ αὐτὸς ὁ τῆς διαλεκτικῆς λόγος λέγει μὴ πάντα προβλ̣ήματα εἶναι διαλεκτικά. οἷς γὰρ κόλασις ἕπεται, οὐκ ἔσ̣τιν δια λεκτικόν̣. τὰ γὰρ δι̣αλεκτικὰ εἰς ἑκάτερα ἐπιχειρεῖται. οὐδεὶς ἐπιχειρεῖν θ̣έλ̣ει, πότερον ἔσ̣τιν θεὸς ἠ`̣ οὐκ ἔστιν ἢ πρότερον φυλακτέοι οἱ νόμοι ἢ οὔ· ταῦτ̣α̣ γὰρ κόλασιν ἑπομε´̣νην ἔχει ἐν θατέρῳ μορίῳ τῆς ἀντιφάσεως. αἰσχρὰν γὰρ φήμην φέρει τῷ προισταμένῳ τοῦ ἑτέρου μορίου τῆς ἀν τιφάσεως. καὶ μὴ γίνου σκληρός. σκληρὸς γίνεται ὁ τὴν κακίαν αἱρούμενος. σκληρὸν γὰρ κατασκευάζει τὸν ἔχοντα. "κατὰ γὰρ τὴν σκληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις ἑαυτῷ ο᾿̣ρ̣γὴν̣ ἐν ἡμέρᾳ ὀργῆς". ὁρᾷς τό· ἀμετανόητον καρδίαν ἔχων σκληρὸς εὑρίσκεται. καὶ γίνεται οὕτως καὶ ἡ καρδία τοῦ Φαραώ, ἃ πολλάκις ἀνεγράφη, σκληρυνθεῖσα. "μὴ σοφίζου οὖν περιςσά, μὴ γίνου σκλη̣ρός̣, ἱ´̣να μη`̣ ἀποθάνῃς ἐν οὐ καιρῷ σου". κατὰ πάντα δ̣υνατὸν τοῦτο ἐνεχθῆναι· κατὰ διάνοιαν π̣α῀̣ σαν̣ λε´̣γει· "μὴ γίνου σκληρὸς πολύ· μὴ γίνου, μὴ α᾿̣····· ··········· ····· ····· ····· ········· ····· ····· ἐλήφθη. ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ ἀφῇς τὴν χεῖρά σου. ἐν ἑκάστῳ τῶν εἰρημένων ἤκουσας· μὴ γίνεσθαι δίκαιος πολύ· ἀντέχου ἐν τούτῳ. εἴρηκεν "μὴ σοφίζου περισσά". ἐν πᾶσιν τοῖς εἰρημένοις ὡς ἐν ἑνὶ γένει ἀντέχου. ἀπὸ τούτου οὖν, οὗ εἶπον, ὅτι καὶ δεῖ ἀντέχεσθαι, μὴ ἐάσῃς τὴν πρᾶξίν σου. ἐπίμενε αὐτοῖς, ὡς λέγει ὁ ἀπόστολος· "ταῦτα με λέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται", ἐν ταῖς ἀρε ταῖς. μελετῶν ταῦτα δεῖ ἐν αὐταῖς ἐνμένειν, οὐ περαιτέρω αὐτῶν χωρεῖν. ἐπὶ γὰρ τοῖς ἄλλοις μαθήμασιν τοῖς κατ' ἐπιστήμην καὶ τεταγμένως ἄγουσιν οὐ καλὸν ἐν αὐτοῖς μένειν. καὶ ἵνα ἀπὸ προχείρου παραδείγματος ἡ δεῖξις 218 γένηται, μάθησιν γραμμάτων τῶν πρώτων λάβωμεν. οὐκ ἀγαθόν ἐστιν ἐνμέ νειν τῇ μαθήσει τῶν χαρακτήρων, ἀλλὰ ταχὺ διαβαίνειν ἐπ̣ὶ τὴν ἑξῆς προ κοπήν. ἐπὶ δὲ τω῀̣ν ἀρετῶν ἡ μελέτη προκοπὴν φέρει· μελέτα σωφροσύνην, μέ νε ἐν σωφροσ̣υ´̣ν̣ῃ· μελέτα τὸ δίκαιον, ἐν αὐτῷ μένε· οὕτω γὰρ δύνασαι σπουδαῖος ἀποδειχθῆναι.