1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

27

ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα. κἂν βοήθημα περισσῶς ἔχεις- βοήθημα τοῦ ἐξελθεῖν-οὔ σε ἔξω πάν των λέγει γίνεσθαι. τὸ ἐξελθεῖν δὲ τὸ τέλος καὶ τὴν ἔκβασιν δηλοῖ, ὡς εἰ λέγομεν ὅτι αἱ ἁγίαι̣ φωνήσεις αἱ γενόμεναι περὶ τῆς καθόδου τοῦ σωτῆρος ἐκβάσεως τετυχήκασιν. καὶ τοῦτό ἐστιν τὸ "ὅπως πληρωθῇ τὸ ῥηθέν". οἱ γὰρ ἀπὸ τῶν ἑτεροδόξων κακοήθως ἢ κατὰ ἄγνοιαν νομίζου σιν τὸ πληρωθῆναι τοῦτ̣ο οὕτω λαβεῖν· πληρωθῇ, ἵνα μὴ κενὰ ᾖ. καὶ λέγου σιν ὅτι ἡ παλαιὰ δ̣ιαθήκη κενὴ ἦν καθ' ἑαυτήν· πληρώματος ἔξωθεν ἔχρῃ ζεν. οὐ τοῦτο δ̣έ, ἀλ̣λὰ ἐπὶ ἐκβάσεως λέγει· διὰ τοῦτο ἔτεκεν ἡ Μαρία, "ὅπως πληρωθῇ· ἰδοὺ ἐν γα̣στρὶ ἕξει". διὰ τοῦτο ἐσταυρώθη ὁ σωτήρ, διὰ τὸ "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ὁ φοβούμενος τὸν θεὸν οὐκ ἔξω αὐτῶν, ἀλλὰ εἰς τέλος αὐτῶν γίνεται. ὅμοιόν ἐστιν τοῦτο τῷ ἀποστολικῷ τῷ λέγοντι· "οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". ὁ φοβούμενος οὖν τὸν θεὸν "ἐξέρχεται τὰ πάντα". "φόβος γὰρ κυρίου π̣α´̣ν̣τ̣α̣ ὑπερέβαλεν". εἰ δὲ πάντα ὑπερέ βαλεν, "οὐδὲν ἔστιν ὑπὲρ αὐτόν". φόβος γὰρ οὐχ ὁ τῆς κολάσεως λέγε ται, ἀλλ' ἐκεῖνος, περὶ οὗ λέγομεν· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμέ νοις αὐτόν". "αὐτὸς" δέ ἐστιν ὁ θεός. λέγει γάρ· "κύριον αὐτὸν ἁγιά σετε καὶ αὐτός ἐστίν σου φόβος". ὡς γίνεται τοῦ θέλοντος κατὰ Χριστὸν σοφίαν σοφία ὁ Χριστὸς καὶ δικαιοσύνη τοῦ δικαίου κατὰ Χριστόν, οὕτω γίνεται καὶ φόβος. ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει. εἴπομεν, ὅτι ὁ ἐκκλησιάζων πάντων ἅμα τῶν ὠφελούντων ἐφάπτεται καὶ τῶν δοκούντων τοῖς πολλοῖς, ἀνθρωπίνων ὄντων. κατὰ γὰρ τὸν ἀληθῆ λό γον, ἐπεὶ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖται, καὶ τὰ δοκοῦντα ἀνθρωπίνως γίνεσθαι θεόδοτά ἐστιν. ἀνθρώπινόν ἐστιν τὸ πλοῦτον ἔχειν, ἀλλὰ "κύριος πλουτίζει"· τὸ ἀρχὴν ἔχειν, ἀλλὰ κύριος "καθιστᾷ βασιλεῖς καὶ μεθι στᾷ". ὅμως, ὅταν αὐτὰ καθ' ἑαυτὰ τὰ ὑπὸ τῆς προνοίας τελούμενα διαι 219 ρῶμεν, λέγομεν· τὰ μὲν τούτων θεόπεμπτα καὶ θεοπρεπῆ ἐστιν, τὰ δὲ ἀν θρώπινα. ἐπεὶ δὲ βασιλεύς ἐστιν μάλιστα ὁ ταῦτα λέγων, δ̣ια`̣ πάν τα δὲ εἰς ευ᾿̣λα´̣βειαν ἀλείφει, τοῦτο λέγει, ὅτι κἂν ἐξουσιάζοντες δέκα ὦσιν ἐν τῇ πόλει, κἂν πολλοὶ ὠ῀̣σ̣ιν οἱ βοηθοῦντες, κἂν ὑπερπαί ωσιν τῷ πλήθει καὶ τῇ δυνάμει τῶν ἀντιπάλω̣ν, εἰ μὴ σοφίαν ἔχωσιν, οὐ δύνανται βοηθῆσαι τῇ πόλει. ἀεὶ οὖν τὴν δύναμιν το̣υ῀̣ στρατηγοῦ ἐν τῇ σοφίᾳ αὐτοῦ ζήτει μᾶλλον ἢ ἐν τῷ πλήθει τῆς παρατάξεως. "ἡ σοφία οὖν βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄν̣τ̣ας ἐν τῇ πόλει." κ̣ατὰ τὸ πρόχειρον ἡμῖν ἀποδέδοται τὸ ἐπ' ἱστορίας. ἐὰν πόλι̣ς ἔχ̣ῃ πολλοὺς δυνατ̣ο̣ύς, ἀπ̣ῇ δὲ σοφία, οὐδὲν ἐκεῖνοι τῇ πόλει δύ νανται βοηθῆσαι. πρὸς δὲ ἀναγωγὴν πο´̣λις λέγεται ὁ κόσμος, ὁ περὶ ἡμᾶς τόπος. ἐὰν μὴ σοφία θεόπεμπτος δοθῇ, ο̣ὐδ̣εὶς̣ δύναται ἀβλαβῶς διαγαγεῖν. εἰ μὴ ἡ σοφία βοηθήσει, οἱ ἐξουσιάζοντες οὐδὲν δύνανται, κἂν ἀγγέλους εἴ πῃς κἂν ἱεροὺς ἄνδρας. εἰ μὴ σοφία βοηθήσει, οὐ σῴζεται ἡ πόλις. δύναται δὲ καὶ ἡ ἑκάστου ψυχὴ πόλις λέγεσθαι. ἐὰν γοῦν μυρίους τις ἔχῃ λογισμοὺς ἀνθρωπίνους δυναμένους βοηθῆσαι τῇ πόλει ταύτῃ, μὴ θεό πεμπτος δὲ σοφία βοηθήσῃ αὐτῇ καὶ εἰς τὸ εὔνομον̣ αὐτὴν̣ ἀγάγῃ καὶ φυ λάξῃ, οὐ δύναται βοηθηθῆναι. καὶ θεώρει γε "τοὺς ὄντας ἐν τῇ πόλει". οἶδας ὅτι πολλοὶ πολλά κις ἐξουσίαν ἔξωθεν προσλαμβάνονται. καὶ ἔχεις ἐν ταῖς ἱστορίαις τῶν γραφῶν, ὅτι πολλάκις τινε`̣ς̣ ε᾿̣π̣········μενοι κατὰ του῀̣ Ἰσραὴλ καὶ τῶν βασιλέων αὐτοῦ ἐμισθώσαντο ἄλλους βασιλέας. οὐχ οὕτω δὲ οἱ ἔξωθεν μισθούμενοι συντελοῦσιν πρὸς τὸ βοηθῆσαι τῇ πόλει ὡς οἱ αὐτόχθονες. ἀμέλει γοῦν, ὅταν ἴδωσιν, ὅτι ἀσθενεῖ τὸ πρᾶγμα, ἀναχωροῦσιν καὶ ἐξ ευμενίζονται τοὺς ἀντιπάλους. "τοὺς ὄντας οὖν ἐν τῇ πόλει"· κἂν πλούσιοι ὦσιν κἂν εὐμενῶς ἔχωσιν πρὸς αὐτὴν κἂν εἰς αὐτὸ τοῦτο ὦσιν εὐτρ̣επιςμέ νοι πρὸς τὸ βοηθεῖν τῇ πόλει, ἀπούσης σοφίας οὐ δύνανται ἀνύσαι τὸ σπου δαζόμενον. ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ. οὐ καθάπαξ εἶπεν μὴ εἶναι δίκαιον ἄνθρωπον, ἀλλ' ἐν τῇ γῇ. καὶ κατὰ τὸ πρόχειρον οὐ πρὸς ἱστορίαν λέγω, ἀλλὰ πρὸς ἠθικὴν παίδευσιν ὡς πρὸς τροπολογίαν· τοῦτο λέγω,