1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

27

ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις· δι' ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν· ᾧ πιστεύσας ὁ Ἀχαάβ, ἀπατηθεὶς ἀπῆλθεν εἰς πόλεμον καὶ ζῶν οὐκ ἀνέκαμψεν.

Ξςʹ. Ἐρώτησις . Εἰ ἄρρεν καὶ θῆλυ ἕνεκεν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνίστανται οἱ ἄνθρω ποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα; Ἀπόκρισις. Εἰ καὶ πρὸς παιδοποιίαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν 67 τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γέν νησίν τε καὶ αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τοῦ θεοῦ σοφίας τῆς ταῦτα μη χάνημα κατὰ τοῦ θανάτου ταξαμένης φυλακτικὰ τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων.

ΞΖʹ. Ἐρώτησις. Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν δι' αὐτῆς ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωσῆς προεφήτευσε, διατί μετ' ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότος τῶν ᾀσμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγή ματα ἁρμοδίως καὶ οἱ ῥυθμοὶ τῶν μελῶν ἐγένοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέπουσαν τοῖς ᾀδομένοις αἴσθησιν· ἢ γὰρ γοερὼς ἢ θρηνῳδῶς ἢ κατανυκτικῶς ἢ τρόποις ἑτέροις ᾔδοντο, ἐξοριστι κοῖς χαυνώσεως ἐκ τῆς διανοίας τῶν ᾀδόντων.

ΞΗʹ. Ἐρώτησις. Εἰ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν ἡ ἰατρικὴ τοῖς ἀνθρώποις, ὡς τὰ πράγματα δείκνυσι, τίνος ἕνεκεν μὴ ὑπὸ εὐσεβῶν ἀλλ' ὑπὸ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις. Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βα σιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν· ἰατρικὴν δὲ ἀληθινὴν ἡγοῦντο οἱ εὐσεβεῖς τὴν τὰς ψυχὰς ἰατρεύ ουσαν, ὡς τῇ τεθεραπευμένῃ ψυχῇ ἕπεται τοῦ σώματος ἡ σω 68 τηρία· ὁ γὰρ φροντίζων τῆς σωτηρίας ὡς δεῖ, τῆς ἐκ τῶν ὑλι κῶν οὐ δεῖται βοηθείας, ὑπήκοον ἔχων ἀεὶ τὴν θείαν χάριν εἰς παροχὴν σώματός τε καὶ ψυχῆς ἀγαθῶν· ἀψευδὴς γὰρ ὁ λόγος ὁ τοῦ σωτῆρος, ὁ λέγων "ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν".

ΞΘʹ. Ἐρώτησις. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον ἐξ ἔργων οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλ λων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων καὶ τῶν μὴ βαπτι σθέντων καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι.

Οʹ. Ἐρώτησις. Εἰ δύο ἡμῖν ὁ Μωσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέγουσα "οἱ οὐρανοὶ τῶν οὐρανῶν", ποτὲ δὲ "ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ" καὶ "θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους" καὶ "ἡρπάγη ἕως τρίτου οὐρανοῦ", καὶ οὐκ εἶπεν ἕως τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλὰ ἀπολύτως "ἕως τρίτου οὐρανοῦ"; καὶ πολλὰ δὲ τούτοις εὑρήσει τις ἐν τῇ γραφῇ παραπλήσια. πῶς οὖν τὰ ἐναντία ἀλλήλοις ἀμφότερα δυνατὸν ἀληθεύειν; Ἀπόκρισις. Ὁ Μωσῆς μὲν ἡμῖν τοὺς οὐρανοὺς ἀριθμῶν οὐ παρέδωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας· εἴωθεν δὲ ἡ γραφὴ τὰ διαστήματα τῶν διαστημάτων ἐν τῷ ἀέρι ὑπερκείμενα 69 οὐρανοὺς ὀνομάζειν, ὡς "τὰ πετεινὰ τοῦ οὐρανοῦ" καὶ "ὑετὸς ἐξ οὐ ρανοῦ" καὶ "τὰ ἄστρα τοῦ οὐρανοῦ". ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ' οὐσίαν μὲν δύο καὶ πρὸς τούτοις