1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

28

ὅτι ἐκεῖνος ἄνθρωπός ἐστιν ἐπὶ τῆς γῆς ὁ "κατὰ σάρκα περιπατῶν", κατὰ τὸ "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκε 220 τε". οὗτος ἐπὶ τῆς γῆς ἔστιν οὐ μόνον τῷ σώματι, ἀλλὰ καὶ τῇ καρδίᾳ. "τὰ ἐπίγεια φρονεῖ", "βαθύνει ἑαυτῷ εἰς τὴν κάθισιν". οὐδεὶς τῶν τοιούτων δίκαιός ἐστιν. λέγω δὲ ἄνθρωπον οὐχ ἁπλῶς, ἀλλὰ τὸν μὴ ὄντα ἐπὶ τῆς γῆς δυνάμενον εἶναι δίκαιον. "ἐπὶ γῆς τις περιπατῶν, ἐὰν ἔχῃ ε᾿̣ν ο̣ὐρανῷ τὸ πολί τευμα", σοφός ἐστιν οὐκ ἐπὶ τῆς γῆς. διὰ τοῦτο οὐ κεκώλυται τὸν δικαιοσύνην ἔχοντα παρονομάζεσθαι ἀπ' αὐτῆς. ἐπερ· ὡς πρὸς τὴν ἱστορίαν οὐ στήκει; ἐὰν πρὸς ἱστορ̣ίαν θέλῃς αὐτὸ λαβεῖν, εἰς δόγμα χωρεῖς, ὅτι οὐκ ἔστιν ἐπὶ τῆς γῆς γενάμενος ἄνθρωπο̣ς ἄνευ ἁμαρτίας. εἶπον δέ, ὅτι κάματον ἡμῖν φέρει τ̣οῦτ̣ο περὶ τοῦ Ἰωάννου̣ καὶ πε̣ρι`̣ το̣υ῀̣ Ἰηρεμί-ου, εἰ μὴ ἄρα ἐκείνην τὴν ἁμαρτίαν λάβῃς̣, καθ' ἣν εἴρηται· "πάντες ἥμαρ̣τ̣ον."

οἶδας δέ, ὅτι διῄρησα αὐτό ποτε καὶ ἔλεγον, ὅτ̣ι οὐ πᾶσα ἁμαρτία βλάβη̣ν φέρει τῷ ἐνεργοῦντι, ὅτε καὶ εἰκόνι τοιαύτῃ κέχ̣ρημαι ὅτι ἔστω ζωγράφος μανθάνων τὴν τέχνην· πολλὰς εἰκόνας̣ γράφει οὐ καλῶς, καὶ οὐκ ἔστιν αὕτη ψόγον ἡ ἁμαρτία φέρουσα. διὰ τοῦτο οὐ καλῶς γράφει, ἵνα μάθῃ καλῶς γράφειν. πολλὰ δὲ δεῖ ἡμαρτημένως ποιῆσαι, ἵν' οὕτω τις εὐμαρῶς κατορθώσῃ τὸν σκοπόν, οὗ ἔχει ἔργου. λέγουσιν δὲ καὶ περὶ τῶν εὑρετῶν, ὅτι οὐκ ἦσαν οὕτως οἱ εὑρεταὶ ὡς οἳ πρότερον γεγένην̣ται ἢ αὐτοὶ ὅτε ἐνέμειναν. οἱ ζωγράφοι λέγονται γοῦν οι῾̣ π̣α̣λαιο̣ι´̣, ὁ´̣τι̣ τοσ̣οῦτον ἀπεοικότα ταῖς πρωτοτύποις μορφαῖς ἔγραφον, ὡς ἐπὶ γραφῆς τυγχάνειν τὴν εἰκόνα ἀμείνω. οὕτως οὖν εἴποις, ὅτι πᾶς ὁ γινόμενος ἐπὶ τῆς γῆς ἔχει ἁμαρτίαν ταύτην, οὐ τὴν ἐναντιουμένην τῇ ἀρετῇ, ἀλλὰ τὴν φέρουσαν ἐπὶ τὴν ἀρετήν. ἀμέλει γοῦν τὸν σπουδάζοντα γράφειν εἰκόνα, ἀρξάμενον δὲ τῆς τέχνης, ἐνίοτε κακῶς γράφοντα λέγομεν τοῦ ἤδη ἐνχρονίσαντος τῇ τέχνῃ κρειττόνως γράφειν, ἐὰν ἐκεῖνος ἐκ ῥαθυμίας α᾿̣μελῶς γράψῃ· καὶ ἐὰν συνκρίνῃς τὸ ποίημα τῷ ποιήματι, τὸ τοῦ ἀμελοῦς ἄμεινόν ἐστιν· ἐὰν δὲ εἰς τὴν προ αίρεσιν σκοπήσῃς, ἐκεῖνος μᾶλλον ἔγραψεν ὁ χειρόνως γράψας. οὕτω οὖν καὶ κατ' ἀναλογίαν ποσότητος λαμβάνομεν. τὸν δυνάμενον δέκα ἔπη ἐκμαθεῖν, ἐκμαθόντα δὲ δώδεκα λέγομεν· πολ̣λὰ ἐξέμαθεν· τὸν δὲ δυ 221 νάμενον πεντήκοντα, ἐκμαθόντα δὲ τετταράκοντα λέγομεν μηδὲν ἐκμεμαθη κέναι. ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. ὁ τοιοῦτος οὐκ ἔστιν ἐπὶ τῆς γῆς ἄνθρωπος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. ὑψηλοτέραν θέλω λαβει῀̣ν δ̣ιάνοιαν· ἀλλὰ μή μοι ἀπει ροκαλίαν ἐπιγράψητε. περὶ μόνου τοῦ Ἰησοῦ εἴρηται· "πρὶν π̣ροέληται πο νηρά, ἐκλέξεται τὸ ἀγαθόν." μόνον το`̣ π̣αιδίον τὸ κατὰ τὸν Ἰησοῦν, τὸ "μὴ ἐγνωκότα ἁμαρτίαν", προαίρεσιν τῶν πονηρῶν, εἵλατο τὸ ἀγαθο´̣ν, πάντες δὲ οἱ ἄλλοι μετὰ τὸ γνῶναι πονηρίαν ταύτην τὴν τιμωμένην, οὐ τὴν ἐπίψογον, ἀλλ̣ὰ τὴν εἰσαγομένην. "οὐκ ἔστιν οὖν ἄνθρωπος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτη´̣σεται." μετὰ ἁμαρτίαν πάντες τὸ ἀγαθὸν ἔχουσιν, ἁμαρτίαν δὲ τὴν εἰρημε´̣νην̣, τὴν προϋφισταμένην τῆς ἀρετῆς. ι᾿̣δ̣ε´̣, πολλοὶ δοκοῦντες ἔχειν ἐντρέχειαν διανοίας καὶ ἀποδεδωκότες τῇ ἐντρεχείᾳ ἑαυτῶν οἴονται πάντα εἰδέναι· καὶ ὅταν ἄρξωνται ἀναλαμ βάνειν ἐκεῖνα, ἃ οἴονται εἰδέναι, ἐν τοσαύτῃ α᾿̣γνοίᾳ γίνονται, ὡς ἀπ ειπεῖν τὴν μάθησιν. καὶ τῇ πείρᾳ ἴσμεν· πολλάκις ἐνόμισα περὶ πτυκ τίου, ὅτι εὔκολόν ἐστιν νοῆσαι, καὶ δυσκολώτερον ἐφάνη πάντων ἐπισ̣τ̣ά νοντι̣ ε῾̣κ̣α´̣στου διανοίᾳ. αὕτη ἡ ἄγνοια πρὸ ἐπιστήμης ἐστίν· κ̣αὶ οὐκ ἐναντία ἐπιστήμης ἐστίν, ἀλλὰ πρὸ ἐπιστήμης. ὁ γο̣ῦν̣ ο̣ἰόμενος εἰδέναι τι, ἐὰν μὴ οὕτως ἑαυτὸν εὕρῃ ὡς οὐδὲν εἰδότα, οὐ δύναται γν̣ω῀̣ σι̣ν λαβεῖν. μόνος οὖν εἷς ἔστιν, περὶ οὗ τοῦτο εἴρηται· "πρὶν προέλητ̣αι πονηρά, ἐξελέξατο τὸ ἀγαθόν." κἂν μὴ δοκῇ οὖν Ἀπολιναρίῳ καὶ τοῖς μετ' αὐτ̣οῦ τούτου, ἀναιρεῖται αὐτῶν τὸ δόγμα. "πρὶν προελέσθαι πο̣ν̣η̣ρά"· ἁμαρ τεῖν οὔπ̣οτ̣' η᾿̣δυ´̣νατο, ὅτι μέχρι προπαθείας γινόμενος οὐκ ἐκτείνε̣ι ταύ την εἰς δ̣ι̣άθεσιν. δύναται οὖν εἰς τὸ αὐτὸ ἄγεσθαι, δύναται δὲ καὶ ἑτέρως νοεῖσθαι, ὅτι ἐν τῷ ναῷ τῷ ἀνθρώπῳ γέγονεν ὁ θεὸς Λόγος. ὁ θεὸς δὲ Λόγος