1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

28

ἕτερον, οὗπερ τῆς θέας ἔτυχεν ὁ μακάριος Παῦλος, κατὰ διαστήματα δὲ καὶ πλείονας. οὕτω δὲ νοουμένων τῶν οὐρανῶν οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑπολειφθήσεται.

ΟΑʹ. Ἐρώτησις. Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιαν ἐστὶν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως ὁ ταῦτα μὲν προγνούς, τούτους δὲ ἐκλεξάμε νος; καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὑπὸ τοῦ θεοῦ ποιήσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν; Ἀπόκρισις. Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθη τῶν παραδοθῆναι, "ἵνα ἡ γραφὴ πληρωθῇ", δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν προειδὼς ὁ θεὸς προεῖπε διὰ τῆς γραφῆς. καὶ οὐκ ἔστιν ἡ πρό γνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσεσθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἕπεται ἡ πρόγνωσις. οὐδαμῶς οὖν ὁ προγινώ σκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. ὥστε οὐχ ὁ Χριστός ἐστιν αἴτιος τῆς προδοσίας, ἀλλ' ἡ προδοσία αἰτία τῆς τοῦ Χρι στοῦ προγνώσεως. καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὁ αὐτὸς λόγος.

ΟΒʹ. Ἐρώτησις. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ 70 σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; ὁ γὰρ ἀπὸ φιλοσόφων ὅσιος ἀνὴρ εἶπεν ὅτι, "ὥσπερ σικύα σώματι, οὕτως ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ, καὶ ὃ μὲν διὰ τὸ κοῦφον ἀνωφερής, ἣ δὲ διὰ τὸ βαρύ ἐστι κα τωφερής· διὸ τῇ ἀνθολκῇ ὑπ' ἀλλήλων συνέχονται". εἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν γῆν ἐρηρεισμένου, ἔνδον ἀνάγκη ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί. πῶς οὖν ἀπο κρύπτονται; Ἀπόκρισις . Εἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστή ματος κεκρυμμένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θα λάσσῃ ὑπ' ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀνατείνεσθαι τοῦ ὁρίζοντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπίκρυψις διὰ τὴν αὐτὴν αἰτίαν; τὸ δὲ διὰ τὴν ἀνθολκὴν οὐρα νοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώ του οὐρανοῦ καὶ τῆς γῆς ἔνεστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγε νῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώματος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν, χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα.

ΟΓʹ. Ἐρώτησις. Εἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν ὄντα καὶ κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ ὡς καμάραν πε πῆχθαι ἢ ὡς δέρριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; ὥσπερ γὰρ τὸ κινούμενον, οὕτω καὶ τὸ πηγνύ μενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. εἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ' ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ 71 ἕξομεν; εἰ δὲ ὁ οὐρανὸς κατὰ ἀμφοτέρους ἐν τόπῳ καὶ ἑκατέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κεκτῆσθαι δυνάμεθα, τῆς περὶ τῶν προλε χθέντων καταγνώσεώς τε καὶ ἀγνοίας ἑκατέρους ἐπίσης κατε χούσης; Ἀπόκρισις. Εἰ μὲν γὰρ ἔλεγον οἱ χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελ λεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὴ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ· φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων, παντελῶς ἀνῄρηται ἡ τοιαύτη κατάγνωσις. εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτοῦ δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ' ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ, ὅτι ὥσπερ παρ' ἡμῖν ὅταν ᾖ περιφερὲς σῶμα, ὁμαλόν τε καὶ κοῖλον καὶ πανταχόθεν