29
καὶ σοφία ἐστίν, καὶ ἐκ ταύτης τῆς διανοίας πᾶσα βελτίωσίς ἐστιν. ἐπει δὴ δὲ τὰ τῆς οἰκονομίας λέγω, τοῦτο̣ ὧδ̣ε̣ ὀφείλει δειχθῆναι. παιδίον ὂν οὐκ ἐκεῖνα ἔλεγεν, ἃ εἶπεν α᾿̣νὴρ τέλειος γεν̣άμενος. προέκοπτεν οὖν τὴν προκοπήν. οὕτω λημπτέον· διδάσκαλος ἢ ἄλλος ὁμοι´̣ως ἔχων τὴν 222 τῆς παιδεύσεως ἕξιν προσεληλυθότων μαθη̣τῶν καὶ ἐφιεμένων τῆς ἐπιστήμης σ̣υνκαταβαίνει καὶ ἐκεῖνα λέγει, ἃ δύνανται οἱ εἰςαγόμενοι ἀκοῦσαι, οὐχ ἃ αὐτὸς δύναται, καὶ συνσχηματίζεται τῇ ἀγνοίᾳ τῶν εἰσαγομένων, καὶ ὡς αὐτὰ μόνα εἰδὼς ἃ λέγει παιδεύει αὐτούς. ὅσον οὖν πρ̣οκόπτει τὸ παιδίον, προκόπτει καὶ ὁ διδάσκαλος· ἀλλὰ τὸ μὲν παιδίον προκόπτει προσλήμψει μαθημάτων, ὁ δὲ διδάσκαλος προκόπτει ἀναδείξε̣ι̣ τῆς ἐν ούσης δυνάμεως. καὶ λαβέ μοι τὸν ἥλιον φθάσαντα ε᾿̣πὶ τ̣ὸν ὁρίζοντα τοῦτον τὸν αἰσθητόν· ὑποτρέχον δέ τι κάλυμμα κωλυέτω τὴν ὄψιν ταχέως ἐπιβα λεῖν, ὡς εἰ μὴ ἦν τὸ κάλυμμα. ὅσον γ̣ίνετ̣αι περὶ τὴν ὄψιν φανέρωσις, τότε καὶ τοῦ ἡλίου γίνεται τοσαύτη. κ̣αὶ λέγω προκόπτειν τὸν ἥλιον, οὐ προσλήμψει φωτός, ἀλλὰ τῷ δύνασθαι λοιπὸν φωτίσαι τὸν πρότερον οὐ δυ νάμενον οὕτως καταλάμπεσθαι. κάλυμμα οὖν ψυχῆς ἐστιν ἡ ἁμαρτία. ἐὰν οὖν μὴ ἐκλέγῃ τὴν κακίαν, τὸ φῶς φανερώτερον ἑαυτὸ δείκνυσιν. ουτως οὕτως οὖν λέγω τὸν διδάσκαλον προκόπτειν σοφίᾳ, οὐ προσλήμψει σοφίας, ἀλλὰ ἀναδείξει πλείονος σο φίας. ἐπὶ τῷ ὄντι καὶ προκοπὴ πᾶσα ἐνεπο̣δ̣ίζετ̣ο, εἰ μή, φέρε, ἄρτιοι ἅγιοι ὁρατοὶ ὄντες τοσαῦτα ἠδύναντο ἐνεργ̣ε̣ῖν καὶ ἐγνωκέναι. εἰ ἄνδρες γε νόμενοι πεποίηκαν καὶ εἰρήκασιν μεγαλά, ἔστι τοῦτ̣ο̣ εἰς προκοπὴν ἀρε τῆς καὶ ἀνάδειξιν. καί γε εἰς πάντας λόγους, οὓς λαλήσουσιν, μὴ δῷς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου κατ αρωμένου σε, ὅτι πλειστάκις πονηρεύσεται. καί γε ει᾿̣ς λόγους πολ̣λ̣ούς, οὓς λαλήσουσιν οἱ ἄνθρωποι, ἄγνοιά τις καὶ ἁμαρτία ἐ´̣σ̣τιν· ········ τ̣ῶν ἀρχομένων τῶν εὑρέσεων τῶν ἐπιστη μῶν. κα̣ι`̣ λέγων· "μὴ δῷς καρδίαν σου" ε̣ι᾿̣ς̣ ἠθικὸν μάθημα διαβαίνει. οἶδας ὅτι τ̣ὰ ·········μενα τὰ ἁμαρτήματα καὶ ἀδικήματα τὰ κατά τινος γι̣νόμενα, ἐρεθίζει αὐτὸν εἰς ἀγανάκτησιν. ἐὰν τοίνυν ἐπιτάττῃς κ̣αὶ οἱ δοῦλοι ἐπὶ τοῖς ἐπιταττομένοις ῥᾳ θυμοὶ ὦσιν, μὴ εἰς τοῦτο "δῷς τὴν καρδίαν σου", ἐπεὶ βλάπτῃ καὶ σὺ κἀκεῖνος. ἐὰν οὖν δοῦλος καταρᾶταί σε, ····· αυ᾿̣τ̣ὸν̣ σκοπήσῃς, 223 εἰ ποιεῖ τὸ προσταχθὲν ἢ οὐ ποιεῖ, οὐ πῶς ποιεῖ ἢ οὐ ποιεῖ. ὕστερον γὰρ τοῦτο θέλεις εἰδέναι, ἵνα η τιμήσῃς ἐλευθερίας, ἵνα δῷς αὐτῷ, ὃ π̣ρ̣ότερον οὐκ εἶχεν. σκόπησον οὖν καὶ σὺ σεαυτόν, εἰ οὐχ ἥμαρτές πο τε. τοῦτο γὰρ καὶ ὁ ἀπόστολος γράφει προτρεψάμενος τοὺς δούλους ὑπο κεῖσθαι τοῖς δεσπόταις "μὴ κατ' ὀφθαλμοδουλίαν", "ἀλλ' ὡς Χριστοῦ δούλους". λέγει· "καὶ ὑμεῖς οἱ δεσπόται τὴν ἰσότητα πρὸς τοὺς δούλους ἔχετε." ὁ ἔχων τὴν ἰσότητα πρὸς τοὺς δούλους οὐκ ἐπίκειται καὶ τὰς διαθέσεις αὐτῶν σκοπεῖ, ἀλλὰ τὸ ἔργον, τί γέγονεν· καὶ οὐκ ἀκαί ρως χρησόμεθα. φέρομεν οὖν ἔν τισιν εὐαγγελίοις· γυνή, φησίν, κατεκρίθη ὑπὸ τῶν Ἰουδαίων ἐπὶ ἁμαρτίᾳ καὶ ἀπεστέλλετο λιθοβοληθῆναι εἰς τὸν τόπον, ὅπου εἰώθει γίνεσθαι. ὁ σωτήρ, φησίν, ἑωρακὼς αὐτὴν καὶ θεωρήσας ὅτι ἕτοιμοί εἰσιν πρὸς τὸ λιθ̣οβολη῀̣σαι αὐτήν, τοῖς μέλλουσιν αὐτὴν κατα βαλεῖν λίθοις εἶπεν· "ὃς οὐχ ἥμαρτεν, αἰρέτω λίθον καὶ βαλέτω εαὐ τόν."
εἴ τις σύνοιδεν ἑαυτῷ τὸ μὴ ἡμαρτηκέναι, λαβὼν λίθον παισάτω αὐ τήν. καὶ οὐδεὶς ἐτόλμησεν· ἐπιστήσαντες ἑαυτοῖς καὶ γνόντες, ὅτι καὶ αὐτοὶ ὑπεύθυνοί εἰσίν τισιν, οὐκ ἐτόλμησαν καταπταῖσαι ἐκείνην. ὅτι πλειστάκις πονηρεύσεται. "πλειστάκις πονηρεύσεται" τοῦ κακῶσαι. ἀλλὰ μὴ σκόπει σὺ τοῦ το. μέχρι βουλῆς αὐτῷ ἵσταται τὸ πρᾶγμα. εἰ δέ π̣οτ̣ε τ̣ῷ ὀ´̣ν̣τ̣ι̣ τ̣ο̣ι̣ο̣υ῀̣τ̣ο´̣ τι φανείη ὡς ἀληθῶς τολμήσαντος αὐτοῦ, τότε κωλυτέον αὐτόν, τότε ἐπιστατέον, οἷς λέγει βουλήμασιν α̣ὐτ̣ο̣υ῀̣. καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους. "καθόδους πολλὰς" λέγει, ἃς ἔρχεται πολλάκις. ὁ δὲ πολλάκις ····· ····· ····τι ου᾿̣κ ἐνεργεῖ. καὶ ὅταν λέγω περί τινος, ὅτι· πολλάκις τυ····· ····· · σημαίνω, ὅτι οὐκ ἔτυψα. μέχρι τοῦ καρδίαν σου κακηγο ρῆσαι ····· ·. ὅτι ὡς καί γε σὺ κατηράσω