1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

30

ἑτέρους. "πάντα ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ αὐτοῖς ποι̣ε̣ῖ τε." "ὃ μισεῖς, ἑτέρῳ οὐ μὴ ποίει." ὡς ἐμίσεις, ὅτε πολλάκις κατηρῶ, κα̣ι`̣ α̣ὐτ̣ὸς καταρᾶσθαι μίσει. καὶ τὸ τὸν δοῦλον ποιῆσαι γνωσθῆναι καὶ ἐν τούτῳ πο̣λλ̣ ····· ········ λαβε ἀπαίτει· ἐκ σεαυτοῦ τὴν συν χώρησιν λαβέ. πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα· σοφισθήσομαι, καὶ αὐτὴ ἐμ̣ακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν. ἐν τῇ σοφίᾳ τῇ δοθείσῃ μοι θεοπ̣έμπτῳ οὔσῃ ταῦτα̣ ἐπείρασα ἐγώ, ὁ ἐκκλησιάζων, ἐγώ, ὁ σοφός, ὁ παιδευτὴς̣ τῶν ε᾿̣π̣ι̣σ̣τ̣η̣μῶν, ὁ οὕτως προ̣ 224 άγων τοὺς λόγους̣, ὡς λυσιτελεῖ τοῖς μανθάνουσιν. ἵνα τὸν πειρασμὸν λάβωμεν, ὡς λέγουσιν αὐτὸν οἱ φρόνιμοι, πειραστι κὴ ἐπιχείρησις καὶ συλλογισμὸς πειραστικός ἐστιν οὗτος, ὅταν ἐκ τῶν δοξῶν τοῦ προσδιαλεγομένου λαμβάνωμεν τὰς προτάσ̣εις. οἷον ἐὰν λέγωμεν, εἰ ἀγαθὸς ὁ πλοῦτος ἢ οὐκ ἀγαθός, ουκ ἐκ τῶν δοξῶν τούτο̣υ̣, πρὸς ὃν ἔχο μεν τὸν λόγον, τὰς προτάσεις λαμβάνομεν, ἀλλ' οὐκ ἐκ τοῦ καθόλου. καὶ λέγομεν, ὅτι ἔστιν τῷ πλούτῳ δεόντως χρήσασθαι. ἔστιν τοὺς πλησίον εὐεργετῆσαι, ἄνδρας σοφοὺς θρέψαι, οὓς εἶπεν ὁ ἀπόστολος· "ταῖς χρεί αις τῶν ἁγίων κοινωνοῦντες." καὶ ἐκ τούτου κατεσκευάζομεν, ὅτι ἔστιν ἀγαθῶς τ̣ῷ πλούτῳ χρήσασθαι. ὁ ἕτερος ὁ λέγων, ὅτι οὐκ ἀγαθός, λέγει· πολλοὶ ἐκ πλούτου ἄσωτοι γεγένηνται, μοιχοὶ ὤφθησαν, καὶ ὅτι μέθαις σχολάζει ὁ πλούσιος, ὅτι ἐπιβουλεύσεται πολλάκις. ἐκ τῶν δοξῶν γὰρ τοῦ ἀποκρινομένου ποιούμεθα τὰς ἐπιχειρήσεις, κἂν μὴ ἄλλοι οὕτω δοξάζωσιν, ἀλλὰ αὐτὸς μόνος. καὶ λέγεται οὗτος ὁ συλλογισμὸς πειραστι κός· πείρας γὰρ ἕνεκα ἐπάγεται. καὶ ὁμοίως ἔχει τῷ λεγομένῳ παρὰ τοῖς γεωμέτραις ψευδογραφήματι· τοῖς μανθα´̣ν̣ουσιν καὶ δυναμένοις ἢ δηλοῖ ποτε̣ γν̣ωσ̣θῆν̣αι ·····ε̣ε̣ι̣σ̣ον̣ ····β̣εσθ···· ἐπιστήμης ἢ οὔ. ποιεῖ ψευδογράφημα ὁ γεωμέτρης καὶ ····· ····· ···· δ̣υ´̣ο̣ ψεύδη καὶ δίδωσιν ἐκείνῳ λῦσαι. ἐὰν ἐν τῇ λύσει ····· ····· ···· εὑ̣῀̣ρεν ἐτ̣εὰ κ̣αὶ πεῖραν ἔδειξεν τελειότητος. ἔστιν οὗτος ····· ····· ···ε γὰρ τιθεὶς λήμματα μεταξὺ τῶν λημμάτων ε᾿̣κ̣ε̣ι῀̣να τίθησιν ····· ····· ···· εἶπα̣· σ̣οφι̣σ̣θήσομαι. τὸ "εἶπα" ὧδε οὐ τὸ φωνεῖν μόνον σημαίν̣ει, ἀλλὰ τ̣ο`̣ ο̣ὕτω συνκα ταθέσθαι ὡς τὸ "οὐδεῖς λέγει· κ̣ύριος,̣ κ̣ύριος̣, εἰ μὴ ε᾿̣ν πνεύματι ἁγί ω." τ̣ὸ λ̣ε´̣γειν ὧδε τὸ κυρίως ὁμολογῆσαί ἐστιν, τὸ πραγματικῶς λέγε̣ιν αὐτὸν κύριον δουλεύοντα αὐτῷ. καὶ ὧδε "εἶπα"· προσεθέμην τοῦτο τὸ σο φισθῆναι. τὸ ἀρτίως λεχθὲν παράδειγμα φανερὸν γίνεται· ἐν τ̣ούτῳ οὖν, ὅσο̣ν ἐνόμιζον ἔχειν τὴν σοφίαν, οὐκ ἔλεγον· "σ̣ο̣φ̣ι̣σ̣θ̣η´̣σ̣ο̣μ̣αι· νῦν δέ, ἀντὶ τ̣ο̣υ῀̣ λ̣ε´̣γε̣ι̣ν̣ ὅτι· "λείπο̣μ̣αι τῆς σοφίας", λέγω ὅτι· "σοφισθήσομαι· αὐτὴ 225 δὲ μακρὰν γίνεται ἀπ' ἐμοῦ, ὑπὲρ ὃ ἦν." ἐνόμιζον αὐτὴν μὴ πα´̣ντως μα κράν μου εἶναι, καὶ διὰ τοῦτο ἐσπούδασα πάντα πρᾶξαι πρὸς τ̣ὸ νῦν λαβεῖν αὐτήν. ὅτε δὲ τοῦτο πεποίηκα, μακρὰν γέγονεν ἀπ' ἐμοῦ. τῷ δὲ ὄν̣τ̣ι̣ ο̣ὐ μα̣κρὰν γέγονεν ἀπ' ἐμοῦ, ἀλλ' ἐμοὶ ἐφα´̣νη μακρὰν ὑπὲρ τὴν δ̣ιάστασ̣ι̣ν̣ μακρύν̣ε̣ι̣ν̣. κ̣α̣ι`̣ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν; ἀντὶ τοῦ· μ̣ὴ ἔστι̣ν̣ ε̣υ῾̣ρ̣ίσκων αὐτήν. ἐπερ· οὐ λ̣έγ̣εις ἀναγωγήν· "μὴ δῷς καρδίαν σου"; ἠθικα`̣ μ̣έν ἐστιν. λη̣μπτε´̣ο̣ν δε`̣ το̣υ῀̣τ̣ο̣· δοῦλόν ἐστιν τῆς ψυχῆς τὸ σῶμα.

τοῦτο οὖν λέγει· "μὴ δῷς τὴν καρδίαν σου" ἐπιστάνειν τοῖς κι νήμασιν τ̣οῖς φαύλοις τοῦ σώματος. φέρε εἰπεῖν, εἴ ποτε ἐπιστάνει, ὅτι ἱκανόν ἐστιν τὸ σῶμα ἐπαναστῆναι τῇ ψυχῇ δι' ἐπιθυμιῶν, διὰ παθῶν. μὴ δῷς οὖν τοῦτο ὥστε γνῶναι, τί λέγει, τι´̣ ἔλεγεν. τὴν ἀφορμὴν αὐτοῦ σκοπητέον. βλάπτει ὁ λόγος οὗτος, κατάρα ἐστίν. ε̣ι᾿̣ κ̣α̣τ̣α´̣ρ̣α δέ ἐστιν ὁ λόγος, εὐχὴ κακῶν ἐστιν. "ὁ ὑπωπιάζων τὸ σῶμα καὶ δουλαγωγῶν" μὴ δίδωσιν αὐτὸ τοῦ γνῶναι τὴν καρδίαν αὐτοῦ κατάσκοπον. ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατα σκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον. ἡ καρδία πολλάκις ἤδη εἴρηται ὅτι τὸν νο̣υ῀̣ν σημαίνει. ὁ νοῦς δὲ οὐ λοξῶς ο̣ὐδὲ ει᾿̣ς εὐθεῖαν χωρεῖ, ἀλλὰ περὶ ἑαυτὸν σ̣τ̣ρ̣ε´̣φεται. αὐτίκα γοῦν καί τινες τῶν ἔξω εἰρήκασιν, ὅτι αἱ νοήσεις ὥσπερ τροχοί εἰσιν καὶ κύκλοι στρεφόμενοι. ὅταν γὰρ ὁ νοῦς περὶ τὰ ἔξω τείνῃ ἑαυτὸν καὶ τῶν αἰσθητῶν θέλῃ φαντασίαν δέχεσθαι, οὐκ ἔστιν περὶ ἑαυτόν, οὐ στρέ φεται περὶ ἑαυτόν. ὅταν δὲ νοῇ καὶ ἑαυτῷ