1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

30

ὡρισμένης αὐτοῦ ἐπικρατείας τῷ μείζονι τῶν φωστήρων ἀπεκλήρωσε· καὶ τοιαύτας ἡμέρας, ἃς νῦν ποιεῖ τὸ φῶς μετὰ τοῦ φωστῆρος, ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος γὰρ ὁ ὅρος καὶ νῦν ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν.

ΟΖʹ. Ἐρώτησις. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", τὴν σαφήνειαν αὐτοῦ δίδαξον. Ἀπόκρισις. Εἴπομεν ἐν τοῖς ἀνωτέρω, ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ' οὐσίαν, ὡς τὸν πρῶτον οὐρα νὸν καὶ τὸ στερέωμα, ἢ τοὺς κατὰ τὰ ἐν τῷ ἀέρι διαστήματα. τὸ οὖν "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ", ἵνα εἴπῃ τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου· ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτω γεγένηται· "ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα". δηλοῖ δὲ δι' ἑτέρου ψαλμοῦ ὁ προφήτης ∆αυὶδ αὐτὸ τοῦτο, καὶ φησίν "ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν"· ἡ γὰρ ἔκτασις τῶν δέρρεων τὴν σκηνὴν ἀποτελεῖ. τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δείκνυσιν αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύ σις πρὸς τὴν ἀγένητον φύσιν κατὰ τὴν φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκεν εἶναι τοιόνδε ἢ τοιόνδε ἀλλότριόν ἐστι τῆς ἀγενήτου φύσεως.

ΟΗʹ. Ἐρώτησις. Εἰ "ὥσπερ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον, οὕτως καὶ ὁ κύριος ἐν τῇ καρδίᾳ τῆς γῆς", πῶς οὐ 75 δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνο μίσθη τεθνάναι. εἰ δὲ κατὰ ἀλήθειαν ὁ κύριος τοῦ θανάτου ἐγεύ σατο, πῶς τὸ κατὰ τὸν Ἰωνᾶν ὑπόδειγμα οὐ διέψευσται; Ἀπόκρισις. Οὐ τὸν θάνατον τῷ θανάτῳ συμπαρέβαλεν, ἀλλὰ τὴν τριήμερον ἐν τῷ τάφῳ παραμονὴν τοῦ σωτῆρος τῇ τριημέρῳ ἐν τῷ κήτει παραμονῇ τοῦ Ἰωνᾶ. ἄλλως δέ, εἰ κατὰ πάντα ὅμοια ἦν τὰ κατὰ τὸν Ἰωνᾶν τοῖς κατὰ τὸν σωτῆρα, οὐκ έτι ἐδύνατο ἐκεῖνα τούτων εἶναι τύποι ἢ εἰκόνες. χρὴ οὖν τὴν ἀλήθειαν πλέον τι τοῦ τύπου ἔχειν, κατὰ τὸ εἰρημένον "πλέον τοῦ Ἰωνᾶ ὧδε". ὑπόδειγμα δὲ ἀψευδὲς νοεῖται τὸ κατὰ τὸν Ἰωνᾶν τοῦ κατὰ τὸν σωτῆρα τοῦτον τὸν τρόπον· ὅτι, ὥσπερ ὁ Ἰωνᾶς σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς καταστροφῆς τῶν Νινευιτῶν τὴν τριήμερον ἐκ τοῦ κήτους ἀνα γωγήν, οὕτω καὶ ὁ σωτὴρ σημεῖον πίστεως εἶχε τοῦ παρὰ τοῦ θεοῦ ἀποσταλῆναι αὐτὸν κήρυκα τῆς βασιλείας τῶν οὐρανῶν τὴν τριήμερον ἐκ τοῦ τάφου ἀνάστασιν.

ΟΘʹ. Ἐρώτησις. Ἐπειδή τινες τὴν τοῦ κυρίου παράδοσιν τῇ τετράδι λέγουσι γεγονέναι, ἐκ τῆς ποσότητος τοῦτο τῶν τότε πρα χθέντων στοχαζόμενοι, τίς ἡ ἀπόδειξις τῆς ἡμέρας, ἐν ᾗ ἡ παρά δοσις γέγονεν; Ἀπόκρισις. Ἀπόδειξις τοὺ μὴ τῇ τετράδι, ἀλλὰ τῇ πέμπτῃ παραδεδόσθαι τὸν κύριον, αὕτη ἐστίν. ἐν τῇ νυκτί, ἐν ᾗ παρε δόθη, ἐν ταύτῃ ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἐκρίθη καὶ κατεκρίθη· τῷ πρωὶ δὲ ἐχομένῳ τῆς νυκτὸς ταύτης παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ. ἐν ᾗ δὲ ἡμέρᾳ παρέλαβεν αὐτὸν ὁ Πιλᾶτος, ἐν ταύτῃ αὐτὸν καὶ ἐσταύρωσε. παραλαβὼν δὲ αὐτὸν τῷ πρωὶ τῆς παρα σκευῆς ἐσταύρωσεν αὐτόν. οὐ χρὴ οὖν ταῖς γραφικῶς ὡρισμέ 76 ναις ὥραις προσθεῖναι κατὰ στοχασμὸν τὸ ἀσύστατον· φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· "πρωίας δὲ γενομένης, συμβού λιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν. καὶ δήσαντες αὐτὸν ἀπήγα γον καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι". ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· "ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί". καὶ πάλιν· "ὁ οὖν Πιλᾶτος ἀκούσας τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαβαθᾶ. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη". εἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρ χιερέων καὶ κατεκρίθη, τῷ