1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

35

ςΒʹ. Ἐρώτησις. Εἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος θανατώσας δι' ἀρᾶς τοὺς ὑβρίσαντας αὐτὸν παῖδας, καὶ μάλισθ' ὅτι βρέφεσιν ἀπειροκάλοις μνησικακήσας τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς καὶ εὐτε λοῦς ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις. Ὅτε διὰ μακροθυμίας τῶν σφαλλομένων οὐ γίνεται διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορ θώτως πταίουσίν ἐστι χρησιμωτέρα. οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ, εἰρηκότα τὴν μακροθυμίαν μὴ παρέ χουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖ δες, παρὰ τῶν γονέων αὑτῶν ἐδιδάχθησαν, τῶν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων-τὸ γὰρ "ἀνάβαινε, φαλακρέ", πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἠλία ἀναλήψεως, ὡσανεὶ τοῦτο λέγοντες· "λαμβανέτω καὶ σὲ πνεῦμα καὶ ῥιψάτω σε εἰς ὄρος ἄβα τον, ὡς κἀκεῖνον ἔρριψεν, ἵνα ἀπαλλαγῶμεν καὶ σοῦ, ὡς ἀπηλ λάγημεν ἐκείνου-, διὰ τοῦτο τῇ ἀναιρέσει τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι' αὐ τῶν τὸν θεόν.

ςΓʹ. Ἐρώτησις. Εἰ πᾶσα πλάνη τῇ τοῦ Χριστοῦ παρουσίᾳ κα τήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες 87 φθέγγονται; πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν 87 χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τοὺς δὲ τῆς μαντείας ἀποφθέγγονται λόγους; Ἀπόκρισις. Εἰ κατὰ τὸ εἰρημένον "οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα", ἀλλ' "ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξου σίαν καὶ δύναμιν", δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται· οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπιστεῖται, τούτοις ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. τὰ δὲ σώματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λαλεῖν καὶ πράττειν τὰ τῆς μαντείας ῥήματά τε καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα.

ς∆ʹ. Ἐρώτησις. Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοὺς ἀνθρώπους ἐδίδαξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν ἐκβάλλειν τοὺς δαίμονας; καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώ σκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν, "εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν". τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ' αὐτῶν τῶν δαιμόνων ἐμάνθανον οἱ ἄνθρωποι, οὕτω καὶ τὰς ὀνομασίας αὐτῶν ὑπ' αὐτῶν ἐδιδάχθησαν· πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ "ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ", καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαί 88 μονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι "ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ", οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐ τῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ· "ποία" φησί "συμφώνησις Χριστοῦ πρὸς Βελίαρ"; οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ δαίμοσι πρὸς τὰ προ κείμενα αὐτοῖς ἔργα, τούτων ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον, ὥσπερ τὸν τρόπον τῆς θεραπείας, οὕτω καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν. Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων.

ςΕʹ. Ἐρώτησις. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδω λικαὶ θυσίαι οὐδέπω ἐγένοντο; εἰ δὲ ἥδετο ταύταις, διατί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο; Ἀπόκρισις. Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνε ται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύσαντα εὐάρεστον αὐτῷ. ἃ δὲ προσέταξε τῷ Ἁβραὰμ λαβεῖν ζῷα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριόν, ὃν