1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

36

ὑπὲρ τοῦ Ἰσαὰκ προ σήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτων θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκεν προμηνυτικῆς τῶν ἐσομένων· τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν.

ςςʹ. Ἐρώτησις. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλιςσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ τὰ ἔργα Ἠλιοὺ ἐποίησεν, 89 οἷον ὑετῶν ἐποχὴν καὶ λιμοῦ ἐπαγωγήν, πυρὸς κατὰ θυσιῶν οὐ ράνιον φοράν, ἱερέων Ἑλλήνων σφαγάς, πεντηκοντάρχων ὁλοκαυ τώσεις καὶ τὰ λοιπά, ἀλλ' ἕτερα μὲν ἐκεῖνος, ἕτερα δὲ οὗτος εἰργάσατο θαύματα; πόθεν οὖν ὁ Ἑλισσαῖος δειχθήσεται τὴν ἑαυ τοῦ αἴτησιν καὶ τὴν τοῦ Ἠλία ὑπόσχεσιν κομισάμενος; Ἀπόκρισις. Οὐκ ᾐτήσατο Ἑλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος, πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος δυνάμεως περιουσίας. τῆς δὲ αἰτήσεως, ὅτι οὐκ ἀπέτυχε. μαρτυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε· τὸ γὰρ ἐγείρειν δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν λοιποῖς θαύμασιν, εἰ ἐβούλετο περιουσίας, τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. καὶ ἐπὶ μὲν τοῦ Ἠλία πρὸς τὴν χρείαν ἐγέ νετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἑλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. καὶ ὁ μὲν Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἑλισσαῖος ἵππους πυρὸς καὶ ἀνα βάτας κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ.

ςΖʹ. Ἐρώτησις. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι "πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε; πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι "ἐνεφανίσθη σαν πολλοῖς", ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι; 90 καὶ εἰ τῷ ὄντι ἄψυχα ἀνέστησαν σώματα καὶ ἐπεβίωσαν, ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθανασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ' ἐκείνους ἐκ τῶν ἐπ' αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες, οἵ τε ἤδη ἀναστάν τες, οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου, τέλειοι ἀνέ στησαν· ἀδύνατον γὰρ νεκρῶν γενέσθαι ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοικιζομένης εἰς τὸ οἰκεῖον σῶμα. κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστα σιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. καὶ καθώσ περ ὅταν εἴπῃ ἡ θεία γραφή "ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώ ματα", οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ "πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", τὴν τε λείαν λέγει ἀνάστασιν. γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λυτικὸν εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι πιστεύουσι καὶ πάσαις ταῖς ἐν τῷ Ἅδῃ ψυχαῖς· δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος, "πάντες ἀλλαγησόμεθα"· εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις, 91 πλὴν τοῦ σωτῆρος Χριστοῦ. διὸ "καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν" καὶ "ἀπαρχὴ τῶν κεκοιμημένων" ἀνηγόρευται.