1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

37

ψεύσασθαι. ἐπεὶ οὖν καὶ νοήματά εἰσιν τοιαῦτα, ῥήματα αὐτὰ ἐροῦμεν. 237 τοῦτο οὖν ὁ θεῖος ἀπόστολος ἐπιστάμενος λέγει "ἀκηκοέναι ἄρρητα ῥήματα." καὶ δοκεῖ ἀντίφασις εἶναι, εἰ μὴ κατὰ ἄλλο καὶ ἄλλο σημαινό μενον λάβωμεν τὸ ῥητὸν καὶ ἄρρητον. ἄρρητά ἐστιν, παρ' ὅσον ἐν νῷ μόνῳ ὁμι λοῦνται καὶ θεὸς ἐνίησιν αὐτὰ τῇ διανοίᾳ. καὶ ἔχουσιν τὸ ἀληθὲς καὶ τὸ ψεύδεσθαι, ὥστε καὶ κατὰ τοῦτό εἰσι̣ν καὶ ῥήματα. ἄρρητά εἰσιν οὐ λεγό μενα διὰ συλλαβῶν, οὐχ οἷά τε ὄντα γραφῆναι καὶ χαραχθῆναι. τῷ δὲ μὴ προφέρεσθαι διὰ συλλαβῶν ἄρρητά ἐστιν. εἰ δὲ ἕκαστον, ὧν λέγω, ῥητόν ἐστιν-προφέρομαι γὰρ αὐτὸ διὰ ἐνάρθρου φωνῆς-, τὸ μέντοι νόημα, ὃ οὐχ ὑποβάλλει ἡ φωνή, ἄρρητον ῥῆμά ἐστιν. ἔχει γὰρ ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. ἄρρητά εἰσιν παρὰ τὸ μὴ ἔχειν διὰ συλλαβῶν καὶ λέξεων ἐνάρθρων προφέρεσ̣θαι, τῷ δὲ ἔχειν τὸ ἀληθὲς ἢ ψεῦδος ῥήματά εἰσιν. καὶ καιρὸν κρίσεως γιγνώσκειν καρδία σοφοῦ· ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις, ὅτι γνῶσις τοῦ σο φοῦ πολλὴ ἐπ' αὐτόν. τοῦτο λέγει· ὁ νοῦς καὶ ἡ καρδία τοῦ σοφοῦ οἶδεν "τὸν τῆς κρίσεως καιρόν", οὐ μόνον τὸν κατωμιλημένον ἐν τῇ γραφῇ. "καιρὸν κρίσεως" λέγουσιν οἱ θεῖοι λόγοι τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν πάντες τῷ κριτη ρίῳ τοῦ θεοῦ παρίστανται. καὶ τοῦτον τὸν καιρὸν καλεῖ "ἡμέραν κρίσεως." ἐνταῦθα δὲ ὁ σοφὸς πάντα καιρὸν καὶ κρίσιν παντὸς πράγματος οἶδεν. κε κριμένως τοῖς πράγμασιν ἐπιβάλλει, τοὺς λόγους κεκριμένως πρ̣οφέρει. οἶδεν γάρ, πότε δεῖ δοῦναι ἀπόκρισιν καὶ πότε οὔ, καὶ πότε ἀντισχεῖν τ̣ο`̣ν λόγον καὶ πότε ἐξαφεῖναι αὐτὸν̣ κατὰ τῶν ἀκροατῶν. τὴν κρίσιν οὖν τούτου τοῦ καιροῦ ἐπίσταται, ἵνα καιρὸν μὴ χρόνον λάβῃς τινὰ ῥητόν, οἷον ἡμερινὸν ἢ νυκτερινόν, ἀλλὰ καιρὸν τῷ εἰπεῖν τοιάδε τινὰ τῷ τοιάν δε ἕξιν ἔχοντι. "ἡ καρδία οὖν τοῦ σοφοῦ οἶδεν τὸν καιρὸν τῆς κρίσεως", οἶδεν τὴν κρίσιν, καθ' ἣν̣ δ̣εῖ τ̣ο̣ῖς καιροῖς χρήσασθαι. ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις. πᾶν πρᾶγμα ἔχει καιρὸν καὶ κρίσιν δηλονότι. ὁ δυνάμενος οὖν τὰ πράγματα οὕτω με̣ταχειρίζεσθαι, ὡς καιρίως λέγειν περὶ αὐτῶν καὶ κεκρι μένως, οὗτος σοφός ἐστιν καὶ σοφοῦ ἔργον ποιεῖ. ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν. 238 γνῶσιν δὲ ἀνθρώπου δίττως λαμβάνομεν, ἢ ἣν γιγνώσκει ἢ ἣν γιγνώσκε ται. οἷον οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ αὐτὸν τὸν λόγον ἔχουσιν, τοῦ τε γιγνώσκοντος καὶ τοῦ γιγνωσκομένου. εἰ ἑαυτῶν ἐπιγνώμονές εἰσιν καὶ οὐκ ἄλλοι αὐτοὺς ἐπιγιγνώσκουσιν, αὐτοί εἰσιν οἱ γιγνώσκοντες καὶ οἱ γιγ νωσκόμενοι. "πολλὴ οὖν ἐστιν τοῦ ἀνθρώπου ἡ γνῶσις ἡ ἐπ' αὐτόν", καὶ ἣν αὐτὸς γιγνώσκει καὶ ἣν αὐτὸς γιγνώσκεται. ἀμέλει γοῦν μύρια ὅσα κεκινήκασιν ἄνθρωποι εἰς τὴν γνώμην ἐκείνην τὴν λέγουσαν "σεαυτὸν γνῶθι". μία ἐστίν, βραχεῖά ἐστιν ἡ φωνή, πολλὴ δέ ἐστιν ἡ διάνοια. ὁ γνοὺς ε῾̣αυτὸν οἶδεν, ὅτι γενητός ἐστιν, καὶ οἶδεν, ὅτι πέφυκεν πρὸς ἀνάλημψιν ἀρετῆς. οἶδεν, ὅτι ἄρχει ἐν αὑτῷ ἡ ψυχὴ καὶ ἄρχεται τὸ σῶμα, καὶ πάλιν ἐν τῇ ψυχῇ ὅτι ἄρχει μὲν τὸ λογιςτικόν, ἄρ χεται δὲ τὸ ἐπιθυμητικὸν καὶ θυμικόν. ἐὰν ἔνπαλιν ταῦτα γίνεται, κάκι στόν ἐστιν. ἡ ψυχὴ ἐκείνη ἐὰν ἄρχηται ὑπὸ τοῦ σώματος καὶ ἄρχῃ τὸ σῶμα, ὄλεθρος τῷ ἀνθρώπῳ ἐκείνῳ· καὶ ἐὰν τὸ λογιστικὸν ἄρχηται ὑπὸ θυμοῦ ἢ ὑπὸ ἐπιθυμίας, ἡ ἀρχὴ αὕτη παράνομός ἐστιν. δεῖ οὖν τὸν σοφὸν εἰδέναι ἑαυτὸν καὶ ἐπίστασθαι, ὅτι "ἡ ἐπ' αὐτῷ γνῶσις πολλή ἐστιν", καὶ ἡ ἐπ' αὐτῷ, ἣν γιγνώσκειν ὀφείλει. ἐὰν γὰρ γνῷ, ὅτι "πολλή ἐστιν ἡ ἐπ' αὐτὸν γνῶσις"- ε᾿̣π̣ε̣ι`̣ δε̣ι῀̣ α̣υ῾̣τ̣ο`̣ν̣ γιγνώσκειν-, οὐκ ὀλίγα γνοὺς πεπαύσεται νομί ζων τετελειῶσθαι. κἂν πᾶσαν ο̣ὐ῀̣ν τὴν ἐνδεχομένην ἐνταῦθα ὑπαρχθῆναι σύν εσιν καὶ γνῶσιν λάβῃ, οἶδεν ὅτι "ἐκ μέρους γιγνώσκει" καὶ οὐ παύσε τα̣ι̣ ὥς τινες ἤδη, ἀλλ' ἔτι ἐνεργεῖ πρὸς τὸ ἀναλαβεῖν καὶ ἄλλην γνῶσιν, κἂν γνῷ πάντα τὰ ὁρατά. καὶ, ὡς Σολομὼν λέγει, πάντων "τῶν ὄντων" λάβῃς "γνῶσιν ἀψευδῆ", ἀναφέρων τὸν νοῦν ἑαυτοῦ ἐπὶ τὰ ἀόρατα οἶδεν, ὅτι ἐν πολλοῖς ἔχει γνῶσιν. αἰσθητῶν γὰρ μόνων ἔχει ἀντίλημψιν. κἂν ἐπὶ τὰ ἀόρατά τις δὲ ἀνέλθῃ, ἐπ̣ε̣ι`̣ και`̣ τούτων εἰσὶν ἐγγυτέρω καὶ πρῶτα, ἄλλα