1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

38

δὲ μετ' ἐκεῖνα καὶ πέρα ὑπερβάλλοντα, οὐδέποτε πεπαύσεται τοῦ γιγνώσκειν, ἕως εἰς ἐκεῖνο τ̣ο`̣ πέρας̣ φθάσῃ ὡς γνῶναι τὸν θεὸν καθώς ἐστιν.

ὁ ἐπιστάνων ἑαυτῷ γνωστόν ἐστιν καὶ γνῶσις καὶ ἐπιστητόν ἐστιν καὶ ἐπι 239 στήμη. καὶ εἶπον καθόλου ταῦτα, ὅτι πολλάκις ἡ ψυχή, ὅτε φυτόν ἐστιν γεωρ- γούμενον, αὐτὴ ἔχει ἀμφοτέρων τοὺς λόγους. ἑαυτὴν γεωργεῖ, οὐκ ἄλλο τι γεωργεῖ· οὐ τὰ ἔξω ἑαυτῆς γεωργεῖ ὡς ὁ τὰ φυτὰ τὰ αἰσθητὰ γεωργῶν· οὐχ ἑαυτοῦ ἐπιμέλεται, ἀλλὰ φυτῶν ἐστιν τεχνίτης. ὅτι οὐκ ἔστιν γιγνώσκων τί τὸ ἐσόμενον, ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ; διὰ τοῦτο "πολλή ἐστιν ἡ ἐπὶ τοῦ ἀνθρώπου γνῶσις." οὐδεὶς αἰσθήσει τὸ ἐσόμενον οἶδεν· τῶν παρόντων ἀντίλημψιν ἔχει ἡ αἴσθησις. τὰ δὲ ἐσό-μενα οὔπω ὑφέστηκεν. οὐκ ἔστιν οὖν αἰσθητικὴ ἀντίλημψις τῶν μὴ ὑφεστη-κότων, ἀλλὰ γνωστικὴ θεωρία· ἐπιστήμη ἐστὶν ἡ θεωροῦσα τὸ ἐσόμενον. αὐτίκα γοῦν ἵνα δῶμεν, ὅτι ἐπίστανταί τινες τὰ συμβαίνοντα ἐκ τῆς εἱμαρμένης, τὰ ἐσόμενα οὐκ ἴσασιν. εἰ μὴ γὰρ λάβῃ πάλι̣ν̣ ἀκολουθίαν, ὅτι ὅσδε ὁ ἀστὴρ κατὰ τόδε τὸ ζώδιον γέγονεν, τὰ ὄντα πάλιν γιγνώσκει, οὐ τὰ ἐσόμενα. κἄν ποτε γοῦν προγνωστικῶς περὶ ἐκλείψεως ἡλίου ἢ σελή-νης λέγουσιν, λαμβάνει πάλιν, ὅτι ἐὰν τόδε ὁδεύηται καὶ τοιάδε γένη-ται κατάστα̣σις τῶν ἀστέρων, τόδε ἀποτελεῖται. ἐξ ὄντων πάλιν λαμβάνει τὴν θεωρίαν, ἐκ τοῦ πολλάκις οὕτω γεγονέναι. ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ; παρετηρήσαντό τινες περὶ διαφορᾶς μέλλοντος καὶ ἐσομένου. μέλλον λέγετ̣α̣ι̣ τ̣ο`̣ α̣ι᾿̣σ̣θη̣τικ̣ῶς̣ δυν̣άμεν̣ο̣ν̣ ὑπάρξα̣ι, ἔσεσθαι δὲ λέγο̣υ̣σ̣ιν τὰ ὥσπερ ἐννοητά τινα ὄντα καὶ ἐν θεωρίᾳ τὴν ἀκολουθίαν ἔχοντα· "ἰδοὺ ἐγὼ μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος τούτου." οὐκ̣ εἶπεν ὅτι "ὑστερίζω" τοῦτο. ἄλλο γάρ ἐστιν τὸ ἔστ̣ιν̣ κ̣α̣ὶ τὸ ἔσεται. τὸ κατὰ ἀλήθειαν φύσεως ἀποβαῖνον τοῦτο λέγεται ἔσεσθαι, μέλλει̣ν δὲ τὸ αἰσθητικῶς μὴ παρόν, δ̣υνα´̣μ̣ενον̣ δὲ ὑπαρχθῆναι. ἰδού, λέγω· οὐ πέφυκ̣εν ἄρτι γενέσθαι βροντή; οὐ λέγω περ̣ὶ αὐτῆς ὅτι ἔσε-ται, ἀλλ' ὅτι μέλλει τὸ μέλλον· οὔπω γ̣ὰρ ἔστιν. τὸ δὲ ἐσόμενον σ̣υ̣ν̣-άπτεται τῷ αυ᾿̣τ̣ῷ προλαβόντι, ἐὰν αἴτιον καὶ αἰτίαν ἐ´̣χ̣ῃ. π̣ρ̣ο`̣ς̣ τὸ αἰτιατὸν οὐ λέγω μέλλειν, ἀλλὰ ἔσεσθαι. οὗ γὰρ αἰτίου τυγχάνοντος, ᾧ συνπε´̣πλεκται ἡ ὕπαρξις ἐκείνου, πάντως ἔσετ̣αι τοῦτο. τὰ οὕτως οὖν ἐσό-μενα οὐκέτι τις ἦν ἐπιστάμενος, εἰ μὴ θεὸς φανερῶτ̣αι, εἰ μὴ ἡ ἀλή-θεια ἐπιστήσῃ τὸν νοῦν εἰς γ̣νῶσι̣ν. εἶπεν̣ οὕτω· "ἰδοὺ ἐγὼ ἔσομαι μεθ' ὑμῶν", οὐ "μέλλω ἔσεσθαι". καὶ γὰρ ἀπεντεῦθέν̣ ε̣ἰμι π̣α̣ρ̣' υ῾̣μῖν, ἀπεντεῦθεν μεθ' ὑμῶν ὑπάρχω καὶ ἔσομαι ἐπὶ πασῶν τῶν ἡμερῶν τοῦ 240 αἰῶνος. καὶ ἵνα σαφέστερον εἴπω, χρῶνται οἱ ἄνθρωποι καὶ γνώσει καὶ αἰσθή-σει. ὅταν μὴ παρῇ τὰ αἰσθητά, μέλλει τούτων ἔσεσθαι ἀντίλημψις· οὐδὲ ἀπεντεῦθεν ἀντιλαμβάνεται, ὅταν τὸ μὴ παρὸν οὐκ αἰσθάνεται ἀλλὰ τὸ ἤδη ὑφεστηκός. ὅταν δὲ ἐπιστημονικὴν ἔχῃ θεωρίαν, καὶ ἑκάστῳ προβλήματι ἀπο-δεικτικῷ ἐπιβάλλει· ἤδη ἔχων τὴν γνῶσιν καὶ ἔχει αὐτὴν ἐσομένην. οὐ γὰρ ἀφίπταται ὡς ἡ αἰσθητικὴ ἀντίλημψις. καὶ τόπος γοῦν τις ἐπιχειρεῖται τοιοῦτος σοφιςτικὸς μᾶλλον ἢ διαλεκ- τικός, ὅτι ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος καὶ φαίνεται τότε ἡ τοιαύτη αὐτοῦ κίνη-σις, ὅταν ἡμέρᾳ ᾖν, ὅταν ὁ ὑποκείμενος ἀὴρ ὑπ' αὐτοῦ φωτίζηται. ὅταν δέ, φησίν, δύνῃ, οὐκ ἴσμεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν. κἂν γὰρ τιθώμεθα, δέ, φησίν, δύνῃ, οὐκ ἴσμεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν. κἂν γὰρ τιθώμεθα, ὅτι ἔστιν, ὑπολήμψει τινὶ τοῦτο ἔχομεν. εἰ δὲ οὐ φαίνεται, οὐκ ἴσμεν, εἰ ὑπάρχει ἢ οὐχ ὑπάρχει. -εἶπον δέ, ὅτι σοφιστικόν ἐστιν τὸ ἐπιχείρημα τοῦ-το. ἄκουσον· πρὸς τοὺς ὁρισμοὺς ἐκδέχονται τὰ πράγματα. τινὲς ὡρίσαν-το τὸν ἥλιον εἶναι ἄστρον ἡμεροφανές. καὶ ὡς διαφορὰν ἔλαβεν τὸ ἡμερο- φανές. δεῖ δὲ τὰς διαφορὰς ὑπάρχειν ἀεὶ τοῖς ὁριστοῖς· εἰ τοίνυν ὡς διαφορὰ τοῦ η῾̣λ̣ίου̣ ε᾿̣λ̣η´̣φ̣θ̣η̣, ὁ´̣τι ἡμεροφανὲς ἄστρον ἐστίν, ἐὰν μὴ ᾖ ἡμέρα, ου᾿̣κ̣ ἔχει τὴν διαφορὰν τὴν ἐν τῷ ὁρισμῷ. ὅθεν ἄδηλον, εἰ ἔστιν ἢ οὐκ ἔστιν. προλαβὼν δὲ ε̣ἶπ̣ον ὅτι σόφισμά ἐστιν· οὐδὲ ἐπιστημο̣ν̣ι̣-κ̣ὸν θεώρημά ἐστιν οὐδὲ διαλεκ̣τι̣κὸν προ´̣βλημα. οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι τοῦ κωλῦ-σαι σ̣ὺν τὸ