38
ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας· ὁ δὲ Μωυσῆς καὶ Ἰωσὴφ τοῦ τοιούτου φόβου ἦσαν ἀνώτεροι. οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πα τέρων πεποιηκότες φαίνονται ὅ τε Μωυσῆς καὶ Ἰωσήφ, λαβόντες 94 γαμετὰς ἐθνικάς· οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετράπησαν τῆς εὐσε βείας ὑπὸ τῶν γυναικῶν ἑαυτῶν, ἀλλὰ καὶ αὐτὰς μετέφερον εἰς τὴν ἑαυτῶν εὐσέβειαν.
ΡΒʹ. Ἐρώτησις. Εἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν ὡς ἑωρακὼς ἀπειληθέντα ἐδειλίασε θάνατον; πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ, ὡς ἐγνω σμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Εἰ λογικὸν ἐκεῖνον καλοῦμεν, τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔν νοιαν. καὶ καθώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυμνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχη κὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς.
ΡΓʹ. Ἐρώτησις. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταῦτά εἰσιν ἀλλήλοις ἀμφότερα, ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστέλ λοντας τῶν οὐ πρακτέων τὰ πρακτέα, * καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, τιμωρίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὁρισαμένου· δικαιώ ματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα, ἀπονεμητικὴν τῶν κατ' ἀξίαν ἑκάστῳ· νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας, μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πρατ 95 τομένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον, ἀξίαν δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν πολλάκις ὁ Μωυσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πειθομένοις ἢ ἀπειθοῦσιν· ἐν τολὰς δὲ καὶ προστάγματα λέγει, κατὰ τὸν τρόπον τῶν λόγων ὀνομάζων τοὺς λόγους, ἐνταλτικῶς ἢ προστακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος.
Ρ∆ʹ. Ἐρώτησις. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι. καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυ ρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαινόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ, ἀλλ' ὑπὸ τὸν οὐρανὸν κινουμένων; εἰ δὲ τού τους ἐν τῷ οὐρανῷ λέγοιεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέργειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; εἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύσειεν ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; εἰ δὲ τοῦτο μὲν ἀπρε πές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύστασις; τί δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρ τωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ' ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γίνεται. διὸ εὔλογον αἰτίαν ἀποδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τοῦ οὐρανοῦ τὰ νῶτα τοῖς ὕδασιν. οὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς 96 νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ 96 τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς, καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρότητα, ἀφ' ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτελεῖται τῶν ἀέρων ἡ σύγκρασις πρὸς τὴν διαμονὴν τῶν ἐπὶ τῆς γῆς ζῴων τε καὶ φυτῶν. ἐν δὲ τῇ συντελείᾳ, οὐκ ἐν τῷ νῦν οὐρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν