1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

39

πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ' ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ, κατὰ τὸ εἰρημένον· "ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ· μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας". καὶ πάλιν· "κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται". καὶ πάλιν· "ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν"· τὸ δὲ σαλευόμενον δηλοῖ τὴν μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.

ΡΕʹ. Ἐρώτησις. Εἰ ὡς βιβλίον τὸν οὐρανὸν ἑλίσσεσθαι καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυται; τίς οὖν ἡ τῶν τοιούτων ῥημάτων διάνοια καὶ πῶς τὸ τῶν στοιχείων συνίσταται ἄφθαρτον; Ἀπόκρισις. Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρ ρεως, λέγουσα "ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν", ποτὲ δὲ τῷ 97 καπνῷ στερεωμένῳ ("ὁ οὐρανός" φησίν "ὡσεὶ καπνὸς ἐστε ρεώθη"), ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας ("ὁ τανύσας" φησί "τὸν οὐρανὸν ὡσεὶ καμάραν"), οὕτω καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ ἑλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευτέρᾳ αὑτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ· ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινο μένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγεννησίας τε καὶ ἀφθαρσίας τοῦ οὐρανοῦ φρονήματος μά θωσιν οἱ ἀίδιόν τε καὶ ἀγένητον θεόν τε καὶ ἔμφρονα τοῦτον εἰρηκότες.

Ρςʹ. Ἐρώτησις. Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ' ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος; Ἀπόκρισις. Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον "παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου", δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα, συμπαρα 98 χθήσεται τῷ τοῦ κόσμου σχήματι, εἰσαχθήσεται δὲ "καινὸς οὐρανὸς καὶ καινὴ γῆ", ἐν οἷς μέλλει δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις ἡ τῶν πρακτέων ἀμοιβή. τῷ δὲ ἀέρι, εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ τοπικὴν μετάβασιν ἀναγκαίως αὐτῷ χρησόμεθα· "ἁρπαγησόμεθα" γάρ, φησίν, "ἐν νε φέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα".

ΡΖʹ. Ἐρώτησις. Εἰ μόνοις τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρ' Ἡρώδου τὴν διὰ ξίφους λα βόντες ἀναίρεσιν καὶ τὰ ἐπὶ τοῦ κυρίου νήπια, ἡνίκα ἐπὶ τοῦ κτή νους καθήμενος τὴν Ἱερουσαλὴμ κατελάμβανε, τὸν ὕμνον φθεγξά μενα, ποῖον ἔχουσι δικαίως χρεωστούμενον ἔπαινον; κἀκεῖνοι γὰρ τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ, ἀλλὰ χάριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐφθέγξαντο. Ἀπόκρισις. Εἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πά σχειν-"ὑμῖν" φησίν "ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν"-, ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χριστοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως, τῇ δόσει τῆς θείας χάριτος ἐπαι νεθέντα ὑπὸ θεοῦ τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαι νον