1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

40

"ἐκοπίασαν"· ὅτε προσεληλύθασιν, τότε̣ "προσκυνήσουσίν σοι" ·········ε̣········? ἀδύνα τόν ἐστιν προσιέναι τῷ "φωτὶ" ········· κα̣ι`̣ τῇ ἀρετῇ τὸν μ̣·····οντα "ἐν τῇ ἀγνοίᾳ" καὶ κακίᾳ· ὅσον γὰρ ἥδεται καὶ τέρπεται οὐ πρόσεισιν. 11,2a δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. θεωρεῖς ὅτι ἡ ἐπιφορὰ τοῦ ἑξῆς στίχου οὐκ ἐπιτρέ πει πρὸς ῥητὸν τὸ "ἐξαπόστειλον τὸν ἄρτον σου" λαβεῖν. "δίδωσιν μέρος τοῖς ἑπτὰ" ὁ προσιέμενος τὴν παλαι ὰν γραφὴν τὴν πρὸ τῆς ἐπιδημίας τοῦ ςωτῆρος· κα λεῖται δὲ "ἑπτὰ" διὰ τὸν σαββατισμόν. "δίδωσιν μέρος τοῖς ὀκτὼ" ὁ παραδεξάμενος τὴν τοῦ ςωτῆρος ἀνά στασιν· μετὰ γὰρ τὸ σάββατον γενομένη α̣ὕτη ἐστίν. οἱ Ἰουδαῖοι "τοῖς ἑπτὰ διδόντες" οὐ "δεδώκασιν τοῖς ὀκτὼ" καὶ διὰ τοῦτο οὐκ ἐσώθησαν. οἱ ἀπὸ τῶν αἱρέσεων πάλιν παραιτοῦνται τὸν νόμον καὶ τὴν παλαιὰν γραφήν· διὰ τὸ μὴ "διδόναι τοῖς ἑπτὰ μερίδα" ἐξ έπεσαν τοῦ σκοποῦ. καὶ ἵνα ἀκριβέστερον εἴπω, οὐ δὲ ὁ Ἰουδαῖος μὴ "διδοὺς τοῖς ὀκτὼ μερίδα δίδωσιν τοῖς ἑπτά", οὐδὲ ὁ ἀπὸ τῶν ἐθνῶν "δίδωσιν τοῖς ὀκτὼ" μὴ "διδοὺς μέρος τοῖς ἑπτά", τοῖς προαναφωνήσασιν τὴν ὀγδοάδα. καὶ ὥσπερ ἐὰν λέγομεν ὅτι ἔστιν ἦθος ἔχειν ῥερυθμισμένον ἄνευ θείας γνώσεως καὶ δοκεῖν θείαν 318 γνῶσιν ἔχειν ἄνευ πρακτικοῦ βίου, καὶ λέγομεν ὅτι πρα κτικὸς βίος ἄνευ γνώσεως, θεωρητικὸς β̣ίος ἄνευ πράξε ως, τὸ δὲ ὅλον οὐδὲ οὗτος ὠφελεῖ οὐδὲ ἐκεῖνος. ἐκεῖ νος γὰρ τοῦ συνεζευγμένου ἀπολειπόμενος ἀσθενέστερός ἐστιν καὶ ἀνωφελής. ὁ ἐκκλησιαστικῶς μόνως φρονῶν, ἐκεῖνος "δίδωσιν καὶ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ μερίδα". ἑτερολέξως ε᾿̣ν̣ τῷ Μιχέᾳ λέξι̣ς δ̣ιάνοιαν ταύ την ἔχουσα· λέγει ἐκεῖ γὰρ "καὶ αὕτη ἔσται εἰρήνη, ὅτ αν Ἀσσοὺρ ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν δράμῃ ἐπὶ τὰ ὅρια ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσιν τὸν Ἀσσοὺρ καὶ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρὼν ἐν τῇ τάφρῳ αὐτῆς". τὸ μέρος τ̣οῦ ρ῾̣ητοῦ τούτου τινὲς ἐξήτασαν λέγοντες ὅτι "πῶς "εἰρήνη" γίνεται, "ὅταν ἐπ̣ έλθ̣ῃ ἐπὶ τὴν γῆν" τῆς ψυχῆς ἡμῶν "ὁ Ἀσσοὺρ καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια" αὐτῆς; τ̣ότε τάραχον ἐργάζεται". καὶ ἔλεγον τοῦτο ὅτι ὅσον μακράν ἐστιν οὗτος ο···· ··-πονηρὰ δὲ δύναμίς ἐστιν̣, ? α̣υ᾿̣τ̣ὸς ὁ διάβολος- ἡττᾶται πρὸς ὑμῶν. ὅταν δὲ ἐγγίσῃ καὶ πλησιάσῃ καὶ ι᾿̣σ̣χυ̣ροὺς εὑ´̣ρ̣ῃ, τότε καταλυ´̣ε̣τ̣α̣ι̣. τοιοῦτόν τι καὶ πρὸ ὀλίγου μνημονευθέντος τοῦ ἐν Ἰ σαΐᾳ εἶπον· "πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα τῆς Σα μαρίας ἀπέναντι Ἀσσοὺρ τοῦ βασιλέως". οὐ μέγα ἦν, εἰ "εἰλήφει τὴν δύναμιν ∆αμασκοῦ", τουτέστιν τὰ ἔθνη, καὶ "τὰ σκῦλα τῆς Σαμαρίας λαβὼν" "παραδώσει", εἰ ἀπῇ ὁ " ̓Ασσύριος". ὡς ἐάν τις κρατῇ χώρας ἀπόντος τοῦ κρα τοῦντος βασιλέως καὶ λάβῃ αὐτήν, οὐ μέγα ἐστὶν οὐδὲ "εἰ ρήνη" ἐστὶν ἀσφαλής· "ἐπελθὼν" γὰρ ἐκεῖνος ἐκδικήσει τὰ λημφθέντα τῇ ἀπουσίᾳ αὐτοῦ. ὅταν δὲ παρόντος τοῦ ὑπερασπίζοντος ληφθῇ ἀπ' αὐτοῦ, ἰσχυροί εἰσιν καὶ "εἰ ρήνην" βαθυτάτην ἔχοντες ο̣ι῾̣ ἀφαιροῦντες τὰ ἐκείνου. τοῦτο οὖν λέγει ὅτι "αὕτη εἰρήνη" ἐστὶν ἡ ἀληθῶς. "αὕ τη εἰρήνη" ἐστίν, ὅταν "ἐπελθὼν ὁ Ἀσσύριος εἰς τὴν γῆν ὑμῶν" ἡττηθῇ, ὅταν ἀπορηθῇ μηδὲν δυνάμενος "σκυλεῦ σαι" ἀπὸ τῆς "γῆς" διὰ ἀσθένειαν τὴν ἑαυτοῦ. "καὶ ἐπεγερθήσονται", φησίν, "ἐπ' αὐτὸν ἑπτὰ ποιμέ νες"-τοὺς πρὸ τῆς ἐπιδημίας ἁγίους, ὡς εἶπον, διὰ 319 τὸ σάββατον "ἑπτὰ" ὠνόμασεν-"καὶ ὀκτὼ δήγματα ἀν θρώπων" μετὰ τὴν ἐπιδημίαν πιστεύσαντα. "δάκνουσιν" οὗτοι καὶ πόνον αὐτῷ ἐνποιοῦσιν. ἡ λέξις γὰρ ἐν τῇ γραφῇ τοῦτο σημαίνει· "εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε"· καὶ ἐν τῷ Ἁμβακοὺμ πάλιν περὶ τοῦ αὐτοῦ τούτου τοῦ πονηροῦ λέγεται ὅτι "ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν". παρὰ προσδοκίαν οἱ ἀπὸ τῶν ἐθνῶν οἵ ποτε ὑπ' αὐτὸν "ἀναστήσονται" πόνον αὐτῷ ἐνποιοῦντες, "δάκνοντες αὐτόν". λέγει οὖν ὅτι οἱ πρὸ τῆς ἐπιδημίας ἅγιοι "ἐπεγερθή σονται ἐπὶ τὸν Ἀσσύριον ἑπτὰ ποιμένες", ἵνα πάντας τοὺς προφήτας πρὸ τῆς ἐπιδημίας, αὐτοὺς τοὺς πατριάρ χας τούτους πρὸς τούτους "ποιμένας" λάβῃς, οὐκ ἐπὶ τὸν "ἑπτὰ" ἀριθμὸν ἱστάμενον τὸν τεμνόμενον εἰς πέντε καὶ δύο, ἀλλὰ εἰς τὸ μυςτικὸν τῆς ἑβδομάδος. οἱ τὸν