1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

40

δαψιλευομένου; ἔτι δέ, εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέβειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλῖψιν τοῖς θλί ψασιν αὐτούς, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρεθέντα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ, τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλίψεων. "δίκαιον" φησὶν ὁ ἀπόστολος Παῦλος "παρὰ θεῷ ἀντα ποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλῖψιν, ὑμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν ἐν τῇ βασιλείᾳ αὐτοῦ". 99

ΡΗʹ. Ἐρώτησις. Εἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς πταίουσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χά ριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; ὃ μὲν γὰρ ῥαντι σμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίοντας καθ' ἑκάστην ἀποπλύνει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα, τῆς τῶν ἁμαρτημάτων παρεκτικὸν συγ χωρήσεως. ἀλλ' εἰ μὲν ἅπαξ μόνον ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα. πολλάκις δὲ ἁμαρτάνοντες, δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄζομεν· ὅπερ οὐχ ἡ χάρις, ἀλλ' ὁ νόμος διὰ τῶν προλεχθέντων ῥαντισμῶν καὶ τῶν λοιπῶν παρέ χειν ἐπίσταται. πῶς οὖν οὐ δειχθήσεται τοῦ νόμου ἡ χάρις φι λανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὡς προείρηται ἐχόντων τῶν πραγμάτων; Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούν των εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψα σθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων· τῶν δὲ ἄλλων πται σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν τοῖς πταίσασι δίδωσι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως. "ψυχήν" φησίν "ἀντὶ ψυ χῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος". ὅπου δὲ τὸ ἴσον τῆς ἀνταποδόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύσασαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊκοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους, καὶ οὐδαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ 100 θυσιῶν σῶσαι τῶν τοιούτων τινά. τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων σωτηρίαν ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος, εἰ μὴ κατέλαβε τὸν βασιλέα ∆αυὶδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς με τανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρ τωλῶν φιλανθρωπίαν. αὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον, τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς "ἑβδομη κοντάκις ἑπτὰ" πταίοντας ἰάσασθαι, μόνον εἰ βουληθεῖεν κεχρῆσθαι τῶν τῆς μετανοίας βοηθημάτων.

ΡΘʹ. Ἐρώτησις. Εἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι' ὧν λέγει παρίστησι-φησὶ γὰρ "ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ"-, πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς "φοβεῖσθε" λέγων "τὸν ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον"; Ἀπόκρισις. Οὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ "ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ", εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ "φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι", οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τε λείας ἀγάπης, ἀλλὰ πρὸς φυλακὴν αὐτῆς· ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων· ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται, καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκπτωσιν αὑτοῦ φοβεῖται, ἕως ἄν ἐστιν ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. λυθέντος δὲ τοῦ ἀγῶνος, συλλύεται αὐτῷ καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης-ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ μι 101 σεῖν καὶ ἀγαπᾶν-οὕτω καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι.