1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

41

ΡΙʹ. Ἐρώτησις. Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δεί κνυνται [τοῖς] ἑαυτῶν [θεοῖς] ἀσεβέστεροι (ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τοὺς παρ' αὐτοῖς νομι ζομένους θεοὺς ἀξιοῦσθαι), μειζόνως αὐτοὺς τῇ τῶν λογικῶν θυσίᾳ τιμῶντες; ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, τοσούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνημονεύεται. Ἀπόκρισις. Οὐ χρὴ ἡμᾶς σκοπεῖν τὴν κατὰ τὸν νόμον [τῷ] θεῷ προσφερομένην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἷμα, ἀλλὰ τὸ πῶς προσεδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. εἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων τῷ θεῷ προσφερόμενον οὕτως προσεδέξατο ὁ θεός, ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσέφερεν ὁ τοῦτο προσενέγκας, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔσχεν ἀπὸ τῆς εὐδο κίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώτην τιμήν· ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· "ἀντὶ τὴς ψυχῆς" φησί "τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν εἰσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων". μὴ οὖν ἀπὸ τῆς φύ σεως τοῦ προσαγομένου, ἀλλ' ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχο 102 μένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀνα λῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξά νεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τά ξιν. οἱ δὲ παρ' Ἕλλησι θρῃσκευόμενοι θεοί, ἅτε δαιμόνων αὐτῶν πονηρῶν καὶ μισανθρώπων ὄντων, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανιστικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγι στον τῆς μὲν αὐτῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώπων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. αἰτία δὲ δι' ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, αὕτη ἐστίν. ᾐτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν. ὑπὲρ ταύ της τῆς νίκης εὐχαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο τῷ θεῷ, προ σαγαγεῖν εἰς θυσίαν τὸ ἐκ τοῦ οἴκου ἐξερχόμενον πρῶτον καὶ προσερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. δραξάμενος δὲ ὁ διάβολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως· καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς τὴν ἀπάντησιν αὐτοῦ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγκασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. ἀλλ' ὅμως παγίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προ τιμωτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν τῆς εὐχῆς. συνεχώρησε δὲ ὁ θεὸς προσενεχθῆναι αὐτὴν εἰς θυσίαν, οὐχ ὡς ἀνθρωπίνῳ αἵματι τερπόμενος, ἀλλὰ πρὸς διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων τοῦ μηδέποτε ἀορίστως εὔξασθαι τῷ θεῷ· πολλὰ γάρ ἐστιν ἄτοπα τὰ κατὰ τὴν οὕτως ἀόριστον εὐχὴν συμβησόμενα, ὧν τοῦ μὴ γενέσθαι προνοησάμενος ὁ θεὸς 103 συνεχώρησε θυσίαν γενέσθαι τοῦ Ἰεφθάε τὴν θυγατέρα· ὅπερ οὐκ ἦν τῆς προαιρέσεως προηγουμένως οὔτε τοῦ θεοῦ οὔτε τοῦ Ἰεφθάε, ἀλλὰ συμβεβηκός πως τῷ ἀορίστῳ τῆς εὐχῆς. ἐπειδὴ οὖν ὁ Ἰεφθάε τὴν εἰς θεὸν εὐσέβειαν φυλάττων διὰ τῆς θυσίας τῆς θυ γατρὸς ἀνεδείχθη, διὰ τοῦτο αὐτοῦ γέγονεν ἡ μνήμη ἐν τῷ κα ταλόγῳ τῶν δικαίων.

ΡΙΑʹ. Ἐρώτησις. Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν