1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

43

ταύτην τὴν περιτομὴν εἰς ὅλον τὸ γένος τὸ ἐκ τοῦ παρ' ἐλπίδα πατρὸς γενομένου ὑφι στάμενον εἰς ἀνεξάλειπτον μνημόσυνον τῆς τε τοῦ Ἀβραὰμ πί στεως καὶ τῆς τοῦ θεοῦ δυνάμεως, "τοῦ ζωοποιοῦντος τοὺς νε κροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα." περιτεμνόμεθα δὲ καὶ ἡμεῖς, τῇ περιτομῇ τοῦ Χριστοῦ διὰ τοῦ βαπτίσματος ἐκδυόμενοι τὸν Ἀδάμ, δι' ὃν ἁμαρτωλοὶ κατασταθέντες τεθνήκαμεν, καὶ ἐν δυόμενοι τὸν Χριστόν, δι' ὃν δικαιωθέντες ἀνιστάμεθα ἐκ τῶν νε 106 κρῶν· "ἐν ᾧ" φησὶν ὁ ἀπόστολος "περιετμήθητε περιτομὴν ἀχει ροποίητον ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ὑμῶν".

ΡΙ∆ʹ. Ἐρώτησις. Εἰ ὁ προσταχθεὶς ποιῆσαι τὰ κατὰ δύναμιν ἔπαινον ἢ μέμψιν ἐν τῷ ποιῆσαι ἢ μὴ ποιῆσαι κομίζεται, δῆλον ὅτι ὁ τὰ ὑπὲρ δύναμιν μὴ ποιήσας ἐπιτάγματα ὑπάρχει ἀνεύθυνος. πῶς οὖν ὁ νόμος τὰ ὑπὲρ δύναμιν ἐπιτάττων, τουτέστι τὸ μὴ ἁμαρτάνειν, τὸν ἁμαρτάνοντα ὑποβάλλει κολάσεσι, τοῦ ἀνθρώπου ἀδυνάτου ὄντος πρὸς τὴν τοῦ νόμου ἐκπλήρωσιν; μαρτυρεῖ δὲ τούτοις ὁ ἀπόστολος, "οὐ δικαιωθήσεται" λέγων "ἐξ ἔργων νό μου πᾶσα σάρξ". Ἀπόκρισις. Τὸ παντὶ ἀνθρώπῳ ἀδύνατον, τοῦτο καὶ τινὶ ἀνθρώπων ὑπάρχει δυνατόν· οἷον τὸ πέτεσθαι ἐν τῷ ἀέρι, ὡς ὁ ἀετός, τινὶ ἀνθρώπων ἐστὶν ἀδύνατον. καὶ ἀνάπαλιν τὸ τινὶ ἀν θρώπῳ δυνατόν, ὡς τὸ πλεῖν, τοῦτο καὶ παντὶ ἀνθρώπῳ δυνατὸν ὑπάρχει. ἀλλ' εἰ, καθώς φησιν ἡ θεία γραφή, τινὲς τῶν ὑπὸ τὸν νόμον τῇ κατὰ τὸν νόμον δικαιοσύνῃ γεγόνασιν ἄμεμπτοι, δῆλον ὅτι καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ὑπῆρχε δυνατὸν τῷ ὁμοίῳ τρόπῳ κατὰ τὴν ἐκ νόμου δικαιοσύνην γενέσθαι ἀμέμπτοις· λέγει γὰρ ὁ μὲν μακάριος Παῦλος ὁ ἀπόστολος περὶ ἑαυτοῦ, ὅτι "κατὰ δικαιο σύνην τὴν ἐκ νόμου γενόμενος ἄμεμπτος"· ὁ δὲ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ τοῦ Ζαχαρίου καὶ τῆς γυναικὸς αὐτοῦ Ἐλι σάβετ, ὅτι "ἦσαν δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευό μενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμ πτοι". τί δέ ἐστι πᾶσα ἡ κατὰ τὸν νόμον δικαιοσύνη, ἢ τὸ ἀγα πᾶν μὲν τὸν θεὸν ὑπὲρ ἑαυτόν, τὸν πλησίον δὲ ὡς ἑαυτόν, ὅπερ οὐκ ἔστιν ἀδύνατον ἀνθρώποις βουληθεῖσι; τὸ "ἐξ ἔργων νόμου 107 οὐ δικαιωθήσεται πᾶσα σάρξ", οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύ νατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά· τῇ γὰρ βου λήσει πρὸς τὰ δυνατὰ κεχρήμεθα, οὐ πρὸς τὰ ἀδύνατα· τοῖς γὰρ δυνατοῖς καὶ ἐφ' ἡμῖν οὖσιν ὁ ἔπαινος ἢ ὁ ψόγος γίνεται πρα χθεῖσιν ἢ μὴ πραχθεῖσι· τοῦ δὲ διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν οἱ ἄνθρωποι, ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας, τινὰς δὲ ἑτέρῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενί, κατὰ τοὺς προειρημένους δικαίους· ὅπερ οὐκ ἂν συνέβη ἀνθρώποις, τὸ τινὶ μὲν εἴδει τῆς ἁμαρτίας ἁμαρτάνειν, τινὶ δὲ οὐδέποτε ἁμαρ τάνειν, εἰ ἀδυναμίᾳ φύσεως καὶ οὐκ ἀβουλίᾳ προαιρέσεως ἁμαρ τάνομεν οἱ ἄνθρωποι.

ΡΙΕʹ. Ἐρώτησις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας ὁ νόμος τῷ ἡμαρτηκότι οὐ δίδωσιν, ἀλλὰ κίνδυνον αὐτῷ ἐπάγει ἀπαραίτητον, πῶς μοιχείαν καὶ φόνον ὁ προφήτης ∆αυὶδ ἐργασά μενος οὐ παρὰ τὸν σκοπὸν τοῦ νόμου συγγνώμης ἠξίωται; καὶ εἰ μὲν ἀγαθὸν ἡ συγγνώμη, διατί τὸ ἀσύγγνωστον τῷ νόμῳ συνέ ζευκται; εἰ δὲ φαῦλον, ὅπερ οὐκ οἶμαι, πῶς ὁ τῶν ἀγαθῶν χο ρηγὸς τὸ φαῦλον τῷ προφήτῃ κεχάρισται; Ἀπόκρισις. Εἰ ἐπὶ τῶν ἐγκλημάτων χώραν μετανοίας τῷ ἡμαρτηκότι ὁ νόμος οὐ δίδωσι, πῶς ἐν τῇ ρηʹ ἐρωτήσει προτέ τακται τῆς χάριτος ὁ νόμος, ὡς ταύτης ἑτοιμότερος καὶ φιλαν θρωπότερος εἰς ἄφεσιν ἁμαρτημάτων τοῖς ἁμαρτάνουσιν, οὓς καθ' ἑκάστην ἡμέραν διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς τῶν ἀλόγων θυσίας τῆς μέμψεως ἀπολύει, νῦν δὲ ἐν τῇ προκειμένῃ ἐρωτήσει ῥανὶς οὐχ ὑπολέλειπται τῷ νόμῳ φιλανθρωπίας, ἀλλὰ συνέζευκται αὐτῷ τὸ ἀσύγγνωστον, κίνδυνον ἐπάγον τῷ ἡμαρτηκότι ἀπαραί 108 τητον; καὶ πρὸς μὲν τὸ μὴ ἀνεπισήμαντον ἐᾶν τῶν ἐρωτήσεων τὴν ἐναντίωσιν εἰρήσθω ταῦτα· πρὸς δὲ τὴν