44
ἐρώτησιν ἀποκρι νούμεθα, ὅτι εἰ καὶ ὁ νόμος τὸ ἀσύγγνωστον ἔχει, ἀλλὰ καὶ ἡ χάρις μετάνοιαν δέδωκε τῷ ἡμαρτηκότι· τὸ γὰρ "αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις, ἀλλὰ λούσασθε καὶ καθαροὶ γένεσθε· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ"· καὶ τὸ "οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν", φωναί εἰσι τῆς θείας χάριτος, ἁμαρτωλοὺς καλοῦσαι εἰς εὐπείθειαν τοῦ νόμου, διὰ μετανοίας εἰληφότας τῶν προημαρτη μένων τὴν συγγνώμην. ἀγαθὴ μὲν οὖν ἐστιν ἡ συγγνώμη καὶ τῆς θείας χάριτος δῶρον· οὐκ ἔστι δὲ οὐδὲ κατὰ τὸν νόμον οὐδὲ κατὰ τοῦ νόμου, ἀλλ' ὑπὲρ τὸν νόμον καὶ ὑπὲρ τοῦ νόμου· ὑπὲρ τὸν νόμον μέν, ὅτι χάρις· ὑπὲρ τοῦ νόμου δέ, ὅτι διὰ τῆς μετανοίας ἄγει τοὺς ἁμαρτωλοὺς εἰς εὐπείθειαν τοῦ νόμου, καθάπερ καὶ τὸν ∆αυίδ. ΡΙʹ. Ἐρώτησις. Εἰ πᾶσι μὲν ἀνθρώποις διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἀναγκαία ἡ διὰ τῆς εὐχῆς ὑπάρχει βοήθεια, ταύτης δὲ οὐ προσέδει τῷ δεσπότῃ Χριστῷ, οἷα δεσπότῃ καὶ ἀρκοῦσαν πρὸς πάντα κεκτημένῳ τὴν δύναμιν, διατί παρὰ τῶν ἀποστόλων συχνό τερον ὑπὸ τῆς γραφῆς τὸν κύριον μανθάνομεν προσευχόμενον; Ἀπόκρισις. Ὥσπερ πεινάσας ὁ κύριος καὶ διψήσας καὶ κοπιάσας, δακρύσας τε καὶ ἱδρώσας, καίτοι δυνάμενος διὰ περιου σίαν δυνάμεως μηδὲν τούτων ὑπομένειν, διὰ δὲ τὸ παρέχειν γνώρισμα τῆς ἀνθρωπίνης αὑτοῦ φύσεως ἑκουσίως ὑπέμεινε τὰ τῆς φύσεως αὐτοῦ ἀσθενῆ, οὕτως καὶ τὸ εὔξασθαι διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἑκουσίως ὑπομεμενηκότος αὐτοῦ τὰ ἀσθενήματα τῆς ἑαυτοῦ φύσεως τολμῶσί τινες λέγειν μὴ ὑπάρχειν αὐτὸν τῆς ἡμετέρας φύσεως, πῶς οὐκ ἂν ἔλεγον αὐτὸ τοῦτο μετὰ περιουσίας τῆς ἀποδείξεως, 109 εἰ συνέβη αὐτῷ μηδαμῶς αὐτὸν εὔξασθαι τῷ θεῷ; καὶ ἐπειδὴ περὶ τῶν ἀποστόλων οὐδεμία γέγονεν ἀμφιβολία, εἰ ἄνθρωποι ἦσαν, περὶ δὲ τοῦ σωτῆρος ἔμελλε γίνεσθαι ἀμφιβολία, διὰ τοῦτο συχνότερον αὐτὸν τοῖς λοιποῖς ἀνθρώποις καὶ τὸ εὔξασθαι αὐτὸν ἡ θεία κατήγγειλε γραφή· εἰ γὰρ τῶν τῆς σαρκὸς ἀσθενειῶν ἀνώτερος διὰ τῆς ἀναστάσεως γενόμενος, ὡς "ἀρχιερεὺς τῆς ὁμο λογίας ἡμῶν", ἐντυγχάνει τῷ θεῷ ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἔτι ὑποκειμένου αὐτοῦ "τῇ ἀσθενείᾳ τῆς σαρκὸς" ἐδεῖτο μεγάλης κραυγῆς, καὶ "κραυγῆς ἰσχυρᾶς καὶ δακρύων", μεθ' ὧν τὴν δέησιν προσέφερε τῷ δυναμένῳ ῥύσασθαι αὐτὸν ἐκ θανάτου; ΡΙΖʹ. Ἐρώτησις. Εἰ πάντων τῶν ἀνθρώπων μίαν ἔχει ἡ σὰρξ καὶ μίαν ἡ ψυχὴ τὴν οὐσίαν, πῶς ὃ μὲν ἀργὸς ὃ δὲ περὶ τὴν νόησίν ἐστιν ὀξύτερος; ἀλλ' εἰ μὲν ἡ ψυχὴ τῆς τοιαύτης διαφορᾶς ἐστιν ἡ αἰτία, ἀνάγκη τῶν ψυχῶν ὑπονοεῖν τὴν οὐσίαν διάφορον, κατὰ τὴν διαφορὰν τῆς νοήσεως. εἰ δὲ ἡ σάρξ, ὁ αὐτὸς καὶ περὶ αὐτῆς λόγος ἁρμόσειεν. εἰ δὲ ἔκ τινος χυμοῦ, οἷον ξηροῦ ἢ ὑγροῦ, ἢ θερμοῦ ἢ ψυχροῦ, πλεονασμοῦ ἢ ἐλλείψεως τοῦ θατέρου τὸ θάτερον ἐπικρατέστερον γίνεται, οἷον ἀφροσύνη καὶ φρόνησις, πόθεν ἢ ὅπως γίνεται τῆς τοιαύτης ποιότητος ἡ ἐπικράτεια, ἡ παρασκευάζουσα τὸ πολύνουν ἢ τὸ ἄνουν ἐν ἡμῖν πλεονάζειν; Ἀπόκρισις. Τῆς τοῦ νοεῖν ὀξύτητος ἢ νωθρότητος αἰτίαν ἀποδεδώκασί τινες τῶν τε στοιχείων, ἐξ ὧν σύγκειται τὰ ἡμέτερα σώματα, τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν καὶ τῶν ὀργανικῶν μορίων τὴν συμμετρίαν καὶ τὴν ἀσυμμετρίαν, καὶ δοκοῦσιν ὀρθῶς ἀποδεδωκέναι τὰς τούτων αἰτίας· εἰσὶ γάρ τινες ἐν μὲν τῇ νεότητι γεννητικοί τε καὶ ἐπινοητικοί, ὀξεῖς νοημάτων τυγχάνοντες, ἐν δὲ 110 τῷ γήρει εἰς τὸ ἐναντίον μεταβαλλόμενοι γίνονται περὶ τὸ νοεῖν ἀργοί. ἔστι δὲ τοῦτο σημεῖον τοῦ τὴν εὐκρασίαν τε καὶ δυσκρα σίαν εἶναι αἰτίαν τῆς τοιαύτης μεταβολῆς. ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέ φαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων. γίνονται δὲ καὶ ἄλλοι πρὸς τὴν κατάληψιν τῶν τῇ γνώσει συνεστώτων πραγμάτων ὀξεῖς τε καὶ ἕτοιμοι καὶ ἀπὸ τῆς θείας χάριτος, ὡς τὸ "ὁ κύριος ἔδωκε τῷ Σολομῶντι πλάτος καρδίας, ὡς τὴν ἄμμον τὴν