1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

46

προλαβοῦσαν προκοπὴν καὶ τὴν διαδεχομένην κα λῶς παρε´̣λ̣α̣βες. αὐτὸς οὖν Ἰησοῦς λέγει εἶναι "ἀρχὴ καὶ τέλος"· "ἐγώ", φησίν, "εἰμι τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέ λος", "ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὁ ζῶν καὶ ἐγενάμην νε κρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας". ὅρα πῶς αὐτὰ τα`̣ δοκοῦντα ἀντικείμεν̣α κ̣αὶ πρότερα κατ̣' ὕστε 329 ρα αὐτὸς εἶναι λέγει. λέγει γοῦν ὅτι "ἐγὼ ὁ πρῶτος καὶ ἐγὼ ὁ ἔσχατος", ἢ πρῶτον "ἐγὼ τὸ ἄλφα καὶ ἐγὼ τὸ ὦ". ἔστιν γράμματα, ἃ χαράττει τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ καρδίᾳ τῶν οὕτω παρεσκευασμένων. λέγει γάρ· "οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ' ἐν πλαξὶν σαρκίναις ἐπιγράφω"· καὶ λέγει ταύτας γράφεσθαι ὑπὸ τοῦ ἁγίου "πνεύματος", ὑπὸ τοῦ "ζῶντος πνεύματος". αὐτὸς οὖν ἐστιν καὶ τὰ γράμματα τὰ θεῖα· ἐν ᾗ γράφεται ἡ "βίβλος τῶν ζώντων", ἐν ᾗ χαράττονται "τὰ ὀνόματα" τῶν ἀποστόλων "ἐν τοῖς οὐρανοῖς", ἐκεῖ ἐνπολιτογραφοῦσιν. λέγει οὖν "ἐγὼ τὸ ἄλφα καὶ ἐγὼ τὸ ὦ". διὰ τ̣ῶν ἄλλων ἐδήλωσεν ὅτι κ̣α̣ι`̣ τ̣ὰ ἄλλα ἐστίν. "ἀρχὴ" οὖν καὶ "τέλος" αὐτός ἐστιν. ἐξὸν οὖν αὐτοῦ μετέχειν "ἅμα", καθ' ὃ "ἀρχή" ἐστιν καὶ "τέ λος"· κατὰ ἄλλο μὲν "ἀρχή", κατὰ ἕτερον δὲ "τέλος". καὶ ὥσπερ τὸν αὐτὸν λέγομεν "ἀμνὸν" καὶ "ποιμένα" καὶ οὐ μάχεται ταῦτα, οὕτω λέγομεν καὶ "ὁδὸν" καὶ "θύ ραν" καὶ οὐκ ἀντίκειται ταῦτα. οὕτως αὐτὸς λέγεται "ἀρχὴ" καὶ "τέλος". "ἀρχή" ἐστιν ὡς "θεμέλιος" τῆς "θείας οἰκοδομῆς" καταβαλλόμενος· "θεμέλιον γὰρ ἄλ λον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον". αὐτὸς δέ ἐστιν ἡ "κεφαλὴ τῆς γωνίας"· αὐτὸς ὁ "τεθει`̣ς̣ θεμέλιος" "γέγονεν κεφαλὴ τῆς γωνία̣ς̣" συνάπτων· ἡ "γωνία" δὲ δύο τοίχων συναφή ἐστιν. ὡς οὖν συνήχθη σαν αἱ δύο διαθῆκαι καὶ οἱ δύο λαοὶ καὶ ἡ ἐκκλησία μία γέγονεν "κεφαλῇ" τῷ Χριστῷ χρωμένη, γέγονεν καὶ "τέλος". ἰδοὺ "ἀρχὴ καὶ τέλος", "πρῶτος καὶ ἔσχατος". τὸ "πρῶτον" ὧδε κατὰ τιμὴν λάβε· εἰσὶν "ἐν τῇ ἐκκλησίᾳ" τὰ πρωτεῖα φερόμενοι οἷον "ἀπόστολοι, προφῆται"· εἰσὶν καὶ τὰ ἄλλα ἔχοντες οἷον "χάρισμα ἰαμάτων, ἀντίλημψιν, κυβέρνησιν, γλῶτταν". πάντα οὖν αὐτός ἐστιν. αὐτὸν γ̣ὰρ μιμούμενοι γίνονται ταῦτα. καὶ οὕτω λέγεται καὶ "πρῶτος" κατὰ τιμὴν καὶ "ἔσχατος" κατὰ τιμ̣ήν. εἰ δὲ θέλεις καὶ βαθύτερον λόγον ἀκοῦσαι· Ἰη σοῦς "διερχόμενος τοὺς οὐρανοὺς" οὐ μόνον ἐν τῇ ἀν όδῳ ἀλλὰ καὶ ἐν τῇ καθόδῳ πάντας ἐμιμήσατο τοὺς λογι κο̣ύς, ὡς ἐν Ἰσαΐᾳ φέρεται τῷ ἀναβατικῷ, ἵν' ὠφε λήσει πᾶν τάγμα· οὐ διέβη γὰρ τόπον κ̣ατιω´̣ν, ἔνθα̣ οὐ πεποίηται ὠφέλειαν. δύναται οὖν καὶ τὸ ὑπεραναβε βηκὸς ζῷον ε̣ἰ῀̣ναι, "ἔσχατον" δὲ τ̣άχα ὁ "ἄνθρωπος ἢ ὁ κα̣ταχθόνιος. πάντας̣ οὖν ἐμιμήσατο, ἵνα πᾶν̣ τ̣άγ μα ω᾿̣φελήσει. ε̣ι᾿̣ γὰρ ὁ ἀπόστολος αὐτο`̣ς "τοῖς πᾶσιν πάντα γέγονεν, ἵνα πάντας κερ̣δήσῃ"-ἐκ̣είν̣οις δὲ "πάντα γέγονεν" καὶ ᾡ῀̣ "ἔσχατοί" εἰσιν, "γέγονεν τοῖς ἀνόμοις ἄνομος, ἵνα τοὺς ἀνόμ̣ους κερδήσῃ, τοῖς 330 Ἰο̣υδ̣αίοις̣ Ἰουδαίοις Ἰουδαῖος", τοῖς "σοφοῖς"σοφός-, εἰ οὖν ὁ μιμητὴς αὐτοῦ ταῦτ' ἐποίει, πολλῷ πλέον αὐτός. εἶτα λοιπὸν εἰρηκὼς λέγει· "ὁ ζῶν καὶ ἐγενάμην νε κρός". "ἐγὼ ὁ ζῶν", οὐχ̣ ὁ "γενάμενος ζῶν"· "ζῶν" γάρ ἐστιν, "ζωὴ" γάρ ἐστιν, "ἐγένετο" δὲ "νεκρός"· ἀλ λὰ τὸ μεσολαβῆσαι λύεται· ἐπήγαγεν γάρ· "καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας". εἰ γὰρ καὶ "ζῶν" τυγχάνων "νεκρὸς γέγονα", οὐ "γέγονα εἰς τοὺς αἰῶνας νεκρὸς" ἀναλαμπούσης ἐκείνης τῆς "ζωῆς", ἧς εἶχον πρὸ τῆς νεκρώσεως. 11,7a καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς. ἑκατέρως τὸ "φῶς γλυκύ" ἐστιν "τοῖς ὀφθαλμοῖς καὶ ἀ γαθόν". ὠφελεῖ τοὺς "ὀφθαλμούς". καὶ εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν λαμβάνεις, δείκνυσιν αὐτῷ τὰ ὁρατά. εἰ δὲ περὶ του῀̣ θείου "φωτὸς" τοῦ ἀϊδίου, περὶ οὗ λέγεται "ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον" "τοὺς ὀ φθαλμοὺς τῆς καρδίας̣ φωτίζον", "γλυκύ" ἐστιν αὐτοῖς. ἑκατέρως δὲ λημπτέον τὸ "φῶς" καὶ τοὺς "ὀφθαλ μούς", ω῾̣σ̣αύτως καὶ τὴν "γλυκύτητα". ὁμοίως ἐὰν πε ρὶ τῶν ὁρατῶν λέγῃ τῶν δεικνυμένων ὑπὸ τοῦ αἰσθητοῦ "φωτός", τὸ "γλυκ̣υ`̣" α᾿̣ν̣τὶ του῀̣ ἡδύ ἐστιν̣. ἐὰν δὲ λά β̣ῃς̣ τοὺς ἔσω "ὀφθαλμοὺς" καὶ τὸ "φῶς τὸ ἀληθινόν", οὕτω "γλυκύ" ἐστιν, ὡς εἴρηται "γ̣ε̣υ´̣σασθε̣ καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος" καὶ "ὡς γ̣λ̣υκ̣ε´̣α̣ τ̣α`̣ λόγ̣ι̣α´̣ σου ὑπὲρ μέλι καὶ