1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

46

ἔστιν ἡ ἀμφοτέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; τὸ οὖν "πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι", κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· ὅτι "γνόντες ὅτι κατὰ ἄγνοιαν με ἐσταύρωσαν καὶ αἰτοῦσιν ἄφεσιν τῶν πλημμελειῶν αὐτῶν, παράσχου αὐτοῖς". οὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν, ἀλλὰ δικαιοσύνην. καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ "μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν", πεφεισμένως εἴρηται τῇ τοῦ 113 λόγου συγκαταβάσει, "ἀσθενὴς τοῖς ἀσθενοῦσι" γινόμενος, "ἵνα" κατὰ τὸ εἰρημένον "σώσῃ τοὺς ἀσθενεῖς".

ΡΚʹ. Ἐρώτησις. Εἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θνή σκουσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀνα στάντες ζῶντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθή σεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; πῶς δὲ νεκροὶ κριθῆναι δυνήσονται, ὧν τὸ μὲν σῶμα ἐν μνήμασιν ἔρριπται, ἡ δὲ ψυχὴ τῶν σωμάτων κεχώρισται; Ἀπόκρισις. "Οὐ πάντες" φησί "κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα". κρίνει οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. "ἔρχεται" φησίν "ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσον ται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως". ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. ΡΚΑʹ. Ἐρώτησις. Εἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα, γυναῖκα ἢ τέκνα, ἀδελφοὺς ἢ ἀδελφάς, οἰκίας ἢ ἀγρούς, ἑκατον ταπλασίονα ἐπηγγείλατο διδόναι ἐν τῷ νῦν αἰῶνι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀπολήψονται; πῶς δέ, πολλῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων καὶ ἐν πτωχείᾳ καὶ μο νότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοιαύτη ὑπό σχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς 114 καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν * προσλαμβανό μενον τὸ διὰ Χριστὸν καταλείψαντα τοὺς φύσει πατέρας τε καὶ μητέρας, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτω καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ κα ταλείψαντος τὴν φύσει γυναῖκα. ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη, ἁρπαζομένη πολυχρονίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρω πίνοις τοσαύτην, ἣν ὁρῶμεν, ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς τοῦ κατὰ πολυπλασιασμὸν * ὑπο σχομένης τὴν ἀνταπόδοσιν ἐνεργησάσης ἐν αὐτῇ; πόθεν δὲ πλού σιοι ἄνδρες καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφερόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε διὰ Χριστὸν ἀναχωρήσαντας ἐζήτησαν, καὶ τούτων τὰ ὑστερήματα ἀνεπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο ρίας τῶν ἁγίων ἀρχομένων ἀνδρῶν, μὴ τοῦ δεσπότου Χριστοῦ δι' αὐτῶν τὴν ἰδίαν ὑπόσχεσιν ἀγαγόντος εἰς πέρας; ΡΚΒʹ. Ἐρώτησις. Εἰ πρὸς σύστασιν τῆς τῶν σωμάτων ἀναστά σεως ὡς καιρίῳ τῷ κατὰ τὰ σπέρματα ὑποδείγματι ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐχρήσατο, πῶς οἱ τεμνόμενοι ἢ καιόμενοι ἀναστήσονται, τῶν σπερμάτων μετὰ τομὴν ἢ καῦσιν οὐ βλαστα νόντων, ἀλλ' εἰς τὸ παντελὲς φθειρομένων; Ἀπόκρισις. Τῆς φύσεως οὔσης τῆς ἐργαζομένης τὰ ἐκ τῶν σπερμάτων γινόμενα, ὡς ἔμμετρον λαβούσης παρὰ τοῦ δη μιουργοῦ τὴν δύναμιν, ἀνάγκη ἐπιτήδεια εἶναι τὰ σπέρματα πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γιγνομένων. διὸ ἐὰν καῇ ἢ τμηθῇ τὰ σπέρ 115 ματα, ἄχρηστα γίνεται τῇ φύσει πρὸς ποίησιν τῶν ἐξ αὐτῶν γι γνομένων· ὁ δὲ θεὸς ἅτε οὐκ ἔμμετρον ἔχων τὴν δύναμιν, διὰ τοῦτο οὐδέν ἐστιν αὐτῷ ἀνεπιτήδειον πρὸς ποίησιν πάντων ὧν βούλεται, οὐδὲ κωλύεται ὑπὸ τῆς τομῆς καὶ καύσεως τῶν σω μάτων τοῦ ποιήσασθαι αὐτῶν τὴν ἀνάστασιν· οὐ γὰρ νόμῳ καὶ μέτρῳ φύσεως ἐργάζεται ὁ θεός, ἀλλ' αὐθεντίᾳ βουλῆς τῆς ἐν μηδενὶ ἀπορουμένης πρὸς ποίησιν ὧν βούλεται ποιεῖν.