1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

50

ἄμωμοι ἐν ὁ δῷ" καὶ "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαι οσύνην". καὶ θεώρει ὅτι τὸ "περιπατεῖν" οὐ μάτην κεῖ ται· ἠδύνατο γὰρ εἰπεῖν καὶ στῆθι "ἄμωμος" καὶ κά θου "ἄμωμος"· προκοπὴν δὲ ὁ περίπατος σημαίνει. "περιπάτει" οὖν "ἄμωμος", ἀρξάμενος ἄνυε τὴν "ὁδὸν" μετὰ τοῦ "ἀμώμου". τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ Παύλῳ γραφόμενον· "ἐν καινότητι ζωῆς περιεπατήσομεν", ἵνα προκόπτωμεν "ἐν τῇ καινότητι τη῀̣ς̣ ζ̣ω̣η῀̣ς̣". τὸ ἱμάτ̣ιον μὲν τῆς παλαιᾶς ζωῆς "τὸν παλαιὸν ἄνθρω πον ἀποδυσάμενοι ἐνδυσόμεθα τὸν νέον". καινὴν ζω ὴν ἔχομεν, προκόπτομεν ἐν αὐτῇ, μὴ ἀπογευσάμενοι ἀπ' αὐτῆς ἀναχαιτίσομεν.

11,9d καὶ ἐν ὁράσει ὀφθαλμῶν σου. ἑκατέρως πάλιν λάβε. ὅταν "ἀγαθύνῃ σε ἡ καρδία σου", καὶ τοὺς "ὀφθαλμοὺς" ἔχεις καλῶς ὁρῶντας. καὶ ἐπὶ ῥητοῦ· οὐ περιεργάζῃ κάλλος ἀλλότριον, ἀποστρέφεις τὸν "ὀφθαλμὸν" ἀπὸ γυναικὸς πόρνης, οὐχ ὁρᾷς γυναῖκα πρὸς ἐπιθυμίαν αἰσχράν· ἔχεις δὲ "ἄμω μον" τὴν "ὅρασιν τῶν ὀφθαλμῶν". ἐὰν δὲ καὶ τοὺς τῆς διανοίας λάβῃς "τοὺς πεφω τισμένους ὀφθαλμοὺς καρδίας" καλουμένους, πολλῷ πλέ ον τὸ "ἄμωμον" συνίσταται.

11,9ε10αβ καὶ γνῶθι ὅτι ἐπὶ πᾶσιν τούτοις ἄξει σε ὁ θεὸς ἐν κρί σει, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρ δίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου. 337 ̣11,9ε̣ ποίει ἃ προστάττω σοι μετὰ τοῦ εἰδέ ναι "ὅτι ἐν πᾶσιν τούτοις ὁ θεὸς ἄξει σε εἰς κρί σιν". ἡ "κρίσις" φαύλοις κόλασιν ἐπιμετρεῖ, τοῖς δὲ σπουδαίοις ἐπαγγελίαν καὶ ἀγαθά. ἐπεὶ οὐκ ἀμισθὶ κα ταλύεις, ἐὰν "πορευθῇς" "ἄμωμος ἐν ταῖς ὁδοῖς" σου καὶ "εὐφρανθῇς ἐν ἡμέραις νεότητός σου", σπούδαζε· "ἄξει" γὰρ "ὁ θεός σε εἰς κρίσιν" περὶ τούτων. εἰ ἦν φαῦλα, περὶ ὧν ἡ "κρίσις" αὐτῷ ἐγίνετο, κόλασις ἦν προσδοκητέα· ἐπειδὴ δὲ ἀγαθά ἐστιν-ἐπιτηδεύμα τα γὰρ καὶ πράξεις αἱ "ὁδοί" εἰσιν καὶ θεῖαι νοή σεις-, ἐὰν οὕτως "ἄμωμος" βαδίσῃς, οὐκ ἀμισθὶ καταλύεις· "ἄγει σε" γὰρ "ὁ θεὸς ἐν τούτοις εἰς κρίσιν".

11,10a καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου. ὁ "θυμὸς" οὐκ ἔστιν ἀρετὴ "καρδίας" ἀλλὰ τοῦ θυμοειδοῦς. τοῦτο οὖν λέγει· μὴ τῷ λογιστικῷ σου καὶ τῷ νῷ καταχρῶ εἰς "θυμόν", ἀλλά, κἄν ποτε παρα στῇ αὕτη ἡ κίνησις ἐν τῷ θυμοειδεῖ, τῇ "καρδίᾳ σου" κώλυε. οὕτω ἀφίσταται "ἀπὸ τῆς καρδίας σου" οὐ ψαύων αὐτῆς. τριδύναμός ἐστιν ἡ ψυχή, ὡς πολλοὶ εἰρήκασιν. καὶ ἔχει οὕτω τὸ πρᾶγμα· αἰσθήσεις ἔχομεν διαφό ρους. καὶ ὥσπερ οὐκ ἔστιν ἀκοῇ ὁρᾶν οὐδὲ τῇ νο ήσει ἅπτεσθαι ἢ ὀσφραίνεσθαι, οὕτω φαινόμεθα κατὰ τὸν ἔσω ἄνθρωπον καὶ αὐτὴν̣ τὴν ψυχὴν ἔχοντες. δύναμιν θυμικὴν ἔχομεν δὲ καὶ λογιστικὴν καὶ ἐπιθυ μητικήν. πόθεν δέ; ὅτι ἑτέρα ἐστὶν ἡ λογιστικὴ τῆς θυμικῆς καὶ ἐπιθυμητικῆς ἐκ τῶν ἀλόγων ζῴων θεώρη σον· ἔχουσιν θυμικὴν δύναμιν καὶ "θυμὸν" τὰ ἄλογα ζῷα καὶ ἐπιθυμητικὴν καὶ ἐπιθυμίαν, λογισμὸν δὲ οὐκ ἔχουσιν. μὴ ἔχοντα γὰρ λογισμὸν δηλονότι οὐκ ἔχουσιν λογιστικόν, οὐκ ἔχουσιν νοῦν. σημαίνεται δὲ ὁ νοῦς τῷ ὀνόματι τῆς "καρδίας" συνεχῶς ἐν τῇ γραφῇ. τοῦτο οὖν λέγει ὅτι, κἄν ποτε θυμωθῇς, μὴ με ταγάγῃς τὸν "θυμὸν" εἰς τὴν "καρδίαν", ἵνα μὴ διά θεσις γένηται ὁ "θυμός". κἂν ἐπιθυμίαν σχῇς ἄφνω γενομένην ἐν τῷ ἐπιθυμητικῷ, μὴ μετενέγκῃς αὐτὴν εἰς τὸν νοῦν καὶ τὸ λογιστικόν· διάθεσις γὰρ ἔσται καὶ οὐκέτι πάθος ἢ προπάθεια ἀλλὰ κακία. 11,10b καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου. "καὶ ἀπ̣ὸ τῆς σαρκός σου παράγαγε τὴν πονηρί αν". κακία δὲ δοκεῖ ἐπιθυμίας εἶναι ἡ ἀκ̣ολασία· ταύτην οὖν "παράγαγε ἀπὸ τῆς σαρκός σου". δυνατὸν δὲ καὶ οὕτως· ἐὰν "ἀποστῇ ὁ θυμὸς ἀπὸ τῆς καρδίας σου", οὐ πράττεις διὰ τῶν μελῶν καὶ τοῦ 338 σώματος πονηρίαν· ὁ θυμούμενος τύπτει πολλάκις καὶ ἐπιτίθησιν καὶ φονεύειν. ὅταν οὖν "ἀποστῇ ὁ θυμὸς ἀπὸ τῆς καρδίας σου", παρέρχεται καὶ τὰ διὰ τῶν πράξεων πονηρὰ γινόμενα. 11,10c.12,1abc ὅτι ἡ νεότης καὶ ἡ ἄ νοια ματαιότης· καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου. ̣11,10c ἐὰν ὁ νέος μὴ "πορεύηται" "ἐν ταῖς ὁδοῖς ἄμωμος" μηδὲ τὰ ἄλλα ποιῇ, ἃ προσετάγη ποιεῖν, ἐν "ἀγνοίᾳ" ἐστίν.