50
ποιήσαντας ἀποκληρονόμους ὁ Παῦλος ἀπέφῃνε, φήσας ὅτι "οὔτε πόρνοι οὔτε μοιχοὶ" καὶ οἱ ἐφεξῆς "βασιλείαν θεοῦ κληρονομήσουσιν"; Ἀπόκρισις. Βασιλείαν θεοῦ οἶδεν ἡ θεία γραφὴ ὀνομά ζειν οὐ τὴν ἀνάστασιν ἁπλῶς, ἀλλὰ τὴν μετὰ τὴν ἀνάστασιν κατάστασιν, ἐν ᾗ γίνεται κολαζομένων τε καὶ δοξαζομένων ἡ διαί ρεσις, τοῦ θεοῦ ὑπὸ πάντων ἀναμφιβόλως ὁμολογουμένου, τοῦ τὴν δόξαν ἐν τοῖς δοξαζομένοις ἐνεργοῦντος καὶ τὴν κόλασιν ἐν τοῖς κολαζομένοις. "ἀκούσονται τῆς φωνῆς τοῦ θεοῦ οἱ ἐν τοῖς μνημείοις καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, καὶ οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως". διαι ρεῖται οὖν ἡ ἀνάστασις εἰς ζωὴν καὶ κρίσιν, κατὰ τὰς διαφορὰς δικαίων τε καὶ ἀδίκων· ἐπὶ πλέον γὰρ ἡ ἀνάστασις τῆς βασιλείας τοῦ θεοῦ· ἡ μὲν γὰρ ἀνάστασις δικαίους καὶ ἀδίκους περιέχει, ἡ δὲ βασιλεία τοῦ θεοῦ μόνους τοὺς δικαίους.
ΡΛΒʹ. Ἐρώτησις. Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος καταθεματίζειν ἤρξατο; 123 τίς δὲ ἡ διαφορὰ ἀμφοτέρων, τουτέστι τοῦ ἀναθεματισμοῦ καὶ τοῦ καταθεματισμοῦ, καὶ τί τὸ ὑπὸ θατέρου σημαινόμενον; Ἀπόκρισις. Ἀνάθεμα λέγεται ἢ τὸ ἀνακείμενον καὶ ἀφωρισμένον θεῷ καὶ εἰς κοινὴν χρῆσιν μηκέτι λαμβανόμενον, ἢ τὸ ἀπηλλοτριωμένον θεῷ διὰ κακίαν. κατάθεμα δέ ἐστι τὸ συνθέσθαι τοῖς ἀναθεματίζουσιν.
ΡΛΓʹ. Ἐρώτησις. Εἰ τὸ ἀγαθὸν ἁπάντων ἐστὶ τὸ κάλλιστον καὶ τὸ κακυνόμενον τῶν ὄντων ἐστὶ [τὸ] χείριστον, καὶ ἀγαθὸς μέν ἐστιν ὁ θεός, κακυνόμενος δὲ ὁ ἄνθρωπος, πῶς οὐκ ἔστιν ὁ ἄνθρωπος ἁπάντων τὸ κάκιστον; οὐδενὸς γὰρ τῶν ὄντων ἑτέρου-οὐρανοῦ λέγω καὶ γῆς, ἀέρος, φωστήρων καὶ τῶν τοιούτων-δυναμένου κα κύνεσθαι, μόνος ὁ ἄνθρωπος τὸ κακύνεσθαι κέκτηται. Ἀπόκρισις. Εἰ ἀνθρώπου ἕνεκεν ὅλα τὰ ὀνομασθέντα εἰσί, τὰ δὲ τίνος ἕνεκεν ὑπάρχοντα ἐλάττονα ἐκείνου ἐστί, κάλλιστος ἄρα ὁ ἄνθρωπός ἐστιν ὑπὲρ τὰ δι' αὐτὸν ὑπάρχοντα· εἰ δὲ καὶ αὐτὸ τὸ κακύνεσθαι συντελεῖ πρὸς τὴν βελτίωσιν ἀνθρώπου, κάλ λιστός ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ τοῦτο, ὑπὸ τῆς θείας προνοίας τοῖς κακωτικοῖς ἰατρευόμενος ἀπὸ τῆς ἰδίας γνωμικῆς αὐτοῦ κα κίας. χρὴ δὲ τὸν βουλόμενον τὸν ἀγαθὸν ἄνθρωπον καταμαθεῖν πρὸς τὸ τέλος ἀποβλέπειν τὸ μετὰ τὴν ἀποβίωσιν ἀποκείμενον ἀνθρώπῳ· ἐκεῖνο γὰρ τῆς παρούσης ζωῆς ἐστιν ὁ καρπός, του τέστι μακαριότης ἀτελεύτητος ἀντὶ τῆς ὀλιγοχρονίως κακυνομένης ζωῆς.
ΡΛ∆ʹ. Ἐρώτησις. Εἰ τῆς ἑκάστου βιώσεως προγνώστης ὁ δεσπότης καθέστηκε, διατί μὴ τῶν εὐσεβῶν τὰς ψυχὰς ἐν σώμασιν εὐσθε 124 νέσιν εἰσῴκισεν; εἰ δὲ θησαυρίζων αὐτοῖς τὰς ἀμοιβὰς ἐν τοῖς μέλλουσιν, ἐν τοῖς παροῦσιν αὐτοῖς συνεχώρησε θλίβεσθαι, διατί μὴ πάντες ἐν ταῖς θλίψεσιν ὁμοίως οἱ εὐσεβεῖς ἐξετάζονται; ὥστε δῆλον ἐκ τούτου τὸν καλὸν καὶ τὸν δεινὸν διαδείκνυσθαι. εἰ δ' ἀμφότερα παρ' ἀμφοτέροις εὑρίσκεται, πῶς οὐκ ἄδηλος ὁ τὸ κρεῖτ τον ἑλόμενος; πῶς δὲ ὡς ἔτυχε τὰ πάντα φερόμενα ἀπρονόητα ἐν τῷ κόσμῳ οὐ δείκνυσιν, εὐσεβοῦς καὶ ἀσεβοῦς οὐκ οὔσης τινὸς διακρίσεως; Ἀπόκρισις. Οὐκ ἐβούλετο ὁ θεὸς τοῖς παροῦσιν ὑπὲρ ἀρετῆς τιμῆσαι τοὺς αὐτῷ ἀνακειμένους· τὰ γὰρ τῷ θανάτῳ τῶν εὐσεβῶν γνωριζόμενα οὐκ ἔστι μισθὸς ἀρετῆς. καὶ καθώσπερ λέγονται οἱ εὐσεβεῖς μὴ εἶναι ἐκ τοῦ κόσμου, οὕτως καὶ ἡ δόξα αὐτῶν καὶ ὁ πλοῦτος οὐκ ἔστι γήινα. ὅταν οὖν ὁρῶμεν προσόντα τοῖς εὐσεβέσιν ἃ πρόσεστι καὶ τοῖς ἀσεβέσιν, ἀναλογισώμεθα ἐκ τούτου μὴ εἶναι ἄξια τὰ παρόντα τῶν τῆς ἀρετῆς πόνων. καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνα κειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν ∆αυίδ, ἀλλ' ὅμως οὐ τῆς ἀρε τῆς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰωσὴφ τῆς τοῦ Ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοούμενος, διὰ δὲ τοῦ ∆αυὶδ τὴν τοῦ Ἰσραὴλ βασιλείαν συνεστήσατο. διαφέρουσι δὲ οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐν τοῖς